Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.58.1-12.58.7

雅典瘟疫的再发与德洛斯岛的净化

第 152 段,共 723 段 · 希腊语

内容简介

叙述了雅典瘟疫的再次流行,分析了其自然科学原因(大雨和无风),并记载了雅典人根据神谕净化德洛斯岛的措施。

§12.58.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐθύνου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς, Μάρκον Φάβιον, Μάρκον Φαλίνιον, Λεύκιον Σερουίλιον. ἐπὶ δὲ τούτων Ἀθηναῖοι χρόνον τινὰ τῆς νόσου τῆς λοιμικῆς ἀνειμένοι πάλιν εἰς τὰς αὐτὰς συμφορὰς ἐνέπεσον·
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐθύνου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους τρεῖς, Μάρκον Φάβιον, Μάρκον Φαλίνιον, Λεύκιον Σερουίλιον. ἐπὶ δὲ τούτων Ἀθηναῖοι χρόνον τινὰ τῆς νόσου τῆς λοιμικῆς ἀνειμένοι πάλιν εἰς τὰς αὐτὰς συμφορὰς ἐνέπεσον· 在优西努斯担任雅典执政官期间,罗马人设立了三名军事论坛以代替执政官,他们是马尔库斯·法比乌斯、马尔库斯·法利尼乌斯和卢基乌斯·塞鲁维利乌斯。 在他们的任期内,雅典人虽然在一段时间内免受瘟疫之苦,却再次陷入了同样的灾难之中。
§12.58.2οὕτω γὰρ ὑπὸ τῆς νόσου διετέθησαν, ὥστε τῶν στρατιωτῶν ἀποβαλεῖν πεζοὺς μὲν ὑπὲρ τοὺς τετρακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, τῶν δʼ ἄλλων ἐλευθέρων τε καὶ δούλων ὑπὲρ τοὺς μυρίους. ἐπιζητούσης δὲ τῆς ἱστορίας τὴν τῆς περὶ τὴν νόσον δεινότητος αἰτίαν, ἀναγκαῖόν ἐστιν ἐκθέσθαι ταῦτα.
οὕτω γὰρ ὑπὸ τῆς νόσου διετέθησαν, ὥστε τῶν στρατιωτῶν ἀποβαλεῖν πεζοὺς μὲν ὑπὲρ τοὺς τετρακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, τῶν δʼ ἄλλων ἐλευθέρων τε καὶ δούλων ὑπὲρ τοὺς μυρίους. ἐπιζητούσης δὲ τῆς ἱστορίας τὴν τῆς περὶ τὴν νόσον δεινότητος αἰτίαν, ἀναγκαῖόν ἐστιν ἐκθέσθαι ταῦτα. 因为他们深受该疾病的折磨,以至于在士兵中损失了四千多名步兵和四百名骑兵,而在其他自由民和奴隶中则损失了一万多人。 既然历史要求探寻这种疾病剧烈爆发的原因,就有必要将这些情况阐明。
§12.58.3προγεγενημένων ἐν τῷ χειμῶνι μεγάλων ὄμβρων συνέβη τὴν γῆν ἔνυδρον γενέσθαι, πολλοὺς δὲ καὶ τῶν κοίλων τόπων δεξαμένους πλῆθος ὕδατος λιμνάσαι καὶ σχεῖν στατὸν ὕδωρ παραπλησίως τοῖς ἑλώδεσι τῶν τόπων, θερμαινομένων δʼ ἐν τῷ θέρει τούτων καὶ σηπομένων συνίστασθαι παχείας καὶ δυσώδεις ἀτμίδας, ταύτας δʼ ἀναθυμιωμένας διαφθείρειν τὸν πλησίον ἀέρα· ὅπερ δὴ καὶ ἐπὶ τῶν ἑλῶν τῶν νοσώδη διάθεσιν ἐχόντων ὁρᾶται γινόμενον.
προγεγενημένων ἐν τῷ χειμῶι μεγάλων ὄμβρων συνέβη τὴν γῆν ἔνυδρον γενέσθαι, πολλοὺς δὲ καὶ τῶν κοίλων τόπων δεξαμένους πλῆθος ὕδατος λιμνάσαι καὶ σχεῖν στατὸν ὕδωρ παραπλησίως τοῖς ἑλώδεσι τῶν τόπων, θερμαινομένων δʼ ἐν τῷ θέρει τούτων καὶ σηπομένων συνίστασθαι παχείας καὶ δυσώδεις ἀτμίδας, ταύτας δʼ ἀναθυμιωμένας διαφθείρειν τὸν πλησίον ἀέρα· ὅπερ δὴ καὶ ἐπὶ τῶν ἑλῶν τῶν νοσώδη διάθεσιν ἐχόντων ὁρᾶται γινόμενον. 由于冬季曾降大雨,土地变得潮湿,许多洼地积聚了大量水分而形成池塘,并像沼泽地一样存留着积水;当这些积水在夏天受热并腐烂时,便形成了浓厚且恶臭的气体,这些气体蒸腾而上,污染了附近的空气——这正是在具有致病特性的沼泽地带所能见到的情形。
§12.58.4συνεβάλετο δὲ πρὸς τὴν νόσον καὶ ἡ τῆς προσφερομένης τροφῆς κακία· ἐγένοντο γὰρ οἱ καρποὶ κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἔνυγροι παντελῶς καὶ διεφθαρμένην ἔχοντες τὴν φύσιν.
συνεβάλετο δὲ πρὸς τὴν νόσον καὶ ἡ τῆς προσφερομένης τροφῆς κακία· ἐγένοντο γὰρ οἱ καρποὶ κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἔνυγροι παντελῶς καὶ διεφθαρμένην ἔχοντες τὴν φύσιν. τρίτην δὲ αἰτίαν συνέβη γενέσθαι τῆς νόσου τὸ μὴ πνεῦσαι τοὺς ἐτησίας, διʼ ὧν ἀεὶ κατὰ τὸ θέρος ψύχεται τὸ πολὺ τοῦ καύματος· τῆς δὲ θερμασίας ἐπίτασιν λαβούσης καὶ τοῦ ἀέρος ἐμπύρου γενομένου, τὰ σώματα τῶν ἀνθρώπων μηδεμιᾶς ψύξεως γενομένης λυμαίνεσθαι συνέβαινε. 此外,摄入食物的质量低劣也是导致疾病的原因;因为这一年的作物完全浸水,其天然品质遭到了破坏。
τρίτην δὲ αἰτίαν συνέβη γενέσθαι τῆς νόσου τὸ μὴ πνεῦσαι τοὺς ἐτησίας, διʼ ὧν ἀεὶ κατὰ τὸ θέρος ψύχεται τὸ πολὺ τοῦ καύματος· τῆς δὲ θερμασίας ἐπίτασιν λαβούσης καὶ τοῦ ἀέρος ἐμπύρου γενομένου, τὰ σώματα τῶν ἀνθρώπων μηδεμιᾶς ψύξεως γενομένης λυμαίνεσθαι συνέβαινε.
导致疾病的第三个原因则是季风(埃特西亚风)未能吹拂,而在夏季,高温的主要部分通常是由这种风来降温的;随着热度加剧、空气变得炽热,在没有任何降温的情况下,人们的身体便遭到了侵害。
§12.58.5διὸ καὶ τὰ νοσήματα τότε πάντα καυματώδη συνέβαινεν εἶναι διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας.
διὸ καὶ τὰ νοσήματα τότε πάντα καυματώδη συνέβαινεν εἶναι διὰ τὴν ὑπερβολὴν τῆς θερμασίας. διὰ δὲ ταύτην τὴν αἰτίαν οἱ πλεῖστοι τῶν νοσούντων ἔρριπτον ἑαυτοὺς εἰς τὰ φρέατα καὶ τὰς κρήνας, ἐπιθυμοῦντες αὐτῶν καταψύξαι τὰ σώματα. 因此,由于热度极高,当时所有的病症都表现为高热。
διὰ δὲ ταύτην τὴν αἰτίαν οἱ πλεῖστοι τῶν νοσούντων ἔρριπτον ἑαυτοὺς εἰς τὰ φρέατα καὶ τὰς κρήνας, ἐπιθυμοῦντες αὐτῶν καταψύξαι τὰ σώματα.
由于这个原因,大多数病人都把身体投进井和泉水中,企图以此来冷却身体。
§12.58.6οἱ δʼ Ἀθηναῖοι διὰ τὴν ὑπερβολὴν τῆς νόσου τὰς αἰτίας τῆς συμφορᾶς ἐπὶ τὸ θεῖον ἀνέπεμπον.
οἱ δʼ Ἀθηναῖοι διὰ τὴν ὑπερβολὴν τῆς νόσου τὰς αἰτίας τῆς συμφορᾶς ἐπὶ τὸ θεῖον ἀνέπεμπον. διὸ καὶ κατά τινα χρησμὸν ἐκάθηραν τὴν νῆσον Δῆλον, Ἀπόλλωνος μὲν οὖσαν ἱεράν, δοκοῦσαν δὲ μεμιάνθαι διὰ τὸ τοὺς τετελευτηκότας ἐν αὐτῇ τεθάφθαι. 雅典人由于疾病过于剧烈,将这场灾难的原因归咎于神意。
διὸ καὶ κατά τινα χρησμὸν ἐκάθηραν τὴν νῆσον Δῆλον, Ἀπόλλωνος μὲν οὖσαν ἱεράν, δοκοῦσαν δὲ μεμιάνθαι διὰ τὸ τοὺς τετελευτηκότας ἐν αὐτῇ τεθάφθαι.
因此,他们根据某条神谕净化了德洛斯岛,该岛本是阿波罗的圣地,却因死者曾埋葬于此而被认为受到了污染。
§12.58.7ἀνασκάψαντες οὖν ἁπάσας τὰς ἐν τῇ Δήλῳ θήκας μετήνεγκαν εἰς τὴν Ῥήνειαν καλουμένην νῆσον, πλησίον ὑπάρχουσαν τῆς Δήλου.
ἀνασκάψαντες οὖν ἁπάσας τὰς ἐν τῇ Δήλῳ θήκας μετήνεγκαν εἰς τὴν Ῥήνειαν καλουμένην νῆσον, πλησίον ὑπάρχουσαν τῆς Δήλου. ἔταξαν δὲ καὶ νόμον μήτε τίκτειν ἐν τῇ Δήλῳ μήτε θάπτειν. ἐποίησαν δὲ καὶ πανήγυριν τὴν τῶν Δηλίων, γεγενημένην μὲν πρότερον, διαλιποῦσαν δὲ πολὺν χρόνον. 于是,他们挖掘了德洛斯岛上所有的坟墓,将其迁往邻近德洛斯岛的、被称为雷内亚的岛屿。
ἔταξαν δὲ καὶ νόμον μήτε τίκτειν ἐν τῇ Δήλῳ μήτε θάπτειν.
他们还制定了一项法律,规定既不得在德洛斯岛分娩,也不得在德洛斯岛安葬。
ἐποίησαν δὲ καὶ πανήγυριν τὴν τῶν Δηλίων, γεγενημένην μὲν πρότερον, διαλιποῦσαν δὲ πολὺν χρόνον.
他们还恢复举行了德洛斯人节(德里亚祭),该节日以前曾举行过,但已中断了很长时间。

词汇与语法注释

  1. §12.58.1ἀνειμένοι — 动词 ἀνίημι(放松、释放)的完了被动分词阳性复数主格。它与主句主语 Ἀθηναῖοι 一致,在此处表示让步(“尽管……得以缓解”)。
  2. §12.58.2ὥστε τῶν στρατιωτῶν ἀποβαλεῖν — 与 οὕτω(如此)呼应、由 ὥστε 引导的结果从句。此处使用了不定式 ἀποβαλεῖν(ἀποβάλλω 的不定过去能动不定式),其逻辑主语为雅典人。属格的 τῶν στρατιωτῶν 是修饰后面宾格 πεζούς 和 ἱππεῖς 的部分属格。
  3. §12.58.3συνέβη τὴν γῆν ἔνυδρον γενέσθαι ... συνίστασθαι ... διαφθείρειν — 作为无人称动词 συνέβη(发生……的事)主语的一系列不定式。首先是 γενέσθαι、λιμνάσαι 和 σχεῖν,在夹杂了属格独立结构(θερμαινομένων...)之后,不定式 συνίστασθαι 和 διαφθείρειν 同样在 συνέβη 的支配下继续延伸。
  4. §12.58.4τὸ μὴ πνεῦσαι — 带有否定词 μὴ 的冠词不定式。在此处作为 συνέβη γενέσθαι 的真正主语,或与“第三个原因”(τρίτην αἰτίαν)同格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.58.1-12.58.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.58.1-12.58.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。