§12.57.1ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ Κερκύρᾳ μεγάλη συνέστη στάσις καὶ φιλοτιμία διὰ τοιαύτας αἰτίας. ἐν τῷ περὶ Ἐπίδαμνον πολέμῳ πολλοὶ Κερκυραίων αἰχμάλωτοι γενόμενοι καὶ καταβληθέντες εἰς τὴν δημοσίαν φυλακὴν ἐπηγγείλαντο τοῖς Κορινθίοις παραδώσειν τὴν Κέρκυραν, ἐὰν αὐτοὺς ἀπολύσωσιν.
ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ Κερκύρᾳ μεγάλη συνέστη στάσις καὶ φιλοτιμία διὰ τοιαύτας αἰτίας. ἐν τῷ περὶ Ἐπίδαμνον πολέμῳ πολλοὶ Κερκυραίων αἰχμάλωτοι γενόμενοι καὶ καταβληθέντες εἰς τὴν δημοσίαν φυλακὴν ἐπηγγείλαντο τοῖς Κορινθίοις παραδώσειν τὴν Κέρκυραν, ἐὰν αὐτοὺς ἀπολύσωσιν.これらが行われているのと同時に、ケルキュラにおいて、次のような原因から大きな内紛と抗争が持ち上がった。 エピダムノスをめぐる戦争において、ケルキュラ人の多くが捕虜となって公の牢獄に投じられたが、彼らはもし自分たちを釈放してくれるならばケルキュラをコリントス人に引き渡すと約束した。
§12.57.2ἀσμένως δὲ τῶν Κορινθίων προσδεξαμένων τοὺς λόγους, οἱ Κερκυραῖοι προσποιηθέντες λύτρα διδόναι διηγγυήθησαν ὑπὸ τῶν προξένων ἱκανῶν τινων ταλάντων ἀφεθέντες.
ἀσμένως δὲ τῶν Κορινθίων προσδεξαμένων τοὺς λόγους, οἱ Κερκυραῖοι προσποιηθέντες λύτρα διδόναι διηγγυήθησαν ὑπὸ τῶν προξένων ἱκανῶν τινων ταλάντων ἀφεθέντες.コリントス人たちが喜んでこの提案を受け入れると、ケルキュラ人たちは身代金を支払うと装い、プロクセノスたちによって保証されて、かなりの額のタラントンと引き換えに釈放された。
§12.57.3καὶ τηροῦντες τὴν τῶν ὡμολογημένων πίστιν, ὡς κατήντησαν εἰς τὴν πατρίδα, τοὺς δημαγωγεῖν εἰωθότας καὶ μάλιστα τοῦ πλήθους προΐστασθαι συλλαβόντες ἀπέσφαξαν. καταλύσαντες δὲ τὴν δημοκρατίαν, μετʼ ὀλίγον χρόνον Ἀθηναίων βοηθησάντων τῷ δήμῳ, οἱ μὲν Κερκυραῖοι τὴν ἐλευθερίαν ἀνακτησάμενοι κολάζειν ἐπεβάλοντο τοὺς τὴν ἐπανάστασιν πεποιημένους· οὗτοι δὲ φοβηθέντες τὴν τιμωρίαν κατέφυγον ἐπὶ τοὺς τῶν θεῶν βωμοὺς καὶ ἱκέται τοῦ δήμου καὶ τῶν θεῶν ἐγένοντο.
καὶ τηροῦντες τὴν τῶν ὡμολογημένων πίστιν, ὡς κατήντησαν εἰς τὴν πατρίδα, τοὺς δημαγωγεῖν εἰωθότας καὶ μάλιστα τοῦ πλήθους προΐστασθαι συλλαβόντες ἀπέσφαξαν. καταλύσαντες δὲ τὴν δημοκρατίαν, μετʼ ὀλίγον χρόνον Ἀθηναίων βοηθησάντων τῷ δήμῳ, οἱ μὲν Κερκυραῖοι τὴν ἐλευθερίαν ἀνακτησάμενοι κολάζειν ἐπεβάλοντο τοὺς τὴν ἐπανάστασιν πεποιημένους· οὗτοι δὲ φοβηθέντες τὴν τιμωρίαν κατέφυγον ἐπὶ τοὺς τῶν θεῶν βωμοὺς καὶ ἱκέται τοῦ δήμου καὶ τῶν θεῶν ἐγένοντο.そして、合意されたことの約束を守り、祖国に到着すると、彼らは民衆を指導する習慣があり、とりわけ大衆の先頭に立っていた者たちを捕らえて虐殺した。 彼らは民主政を打倒したが、少しののちにアテナイ人が民衆を援助したため、ケルキュラ人たちは自由を取り戻し、反乱を起こした者たちを処罰することに着手した。 しかし彼らは処罰を恐れて神々の祭壇へと逃れ、民衆と神々の嘆願者となった。
§12.57.4οἱ δὲ Κερκυραῖοι διὰ τὴν πρὸς θεοὺς εὐσέβειαν τῆς μὲν τιμωρίας αὐτοὺς ἀπέλυσαν, ἐκ τῆς πόλεως δὲ ἐξέπεμψαν. οὗτοι δὲ πάλιν νεωτερίζειν ἐπιβαλόμενοι καὶ τειχίσαντες ἐν τῇ νήσῳ χωρίον ὀχυρὸν ἐκακοποίουν τοὺς Κερκυραίους. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
οἱ δὲ Κερκυραῖοι διὰ τὴν πρὸς θεοὺς εὐσέβειαν τῆς μὲν τιμωρίας αὐτοὺς ἀπέλυσαν, ἐκ τῆς πόλεως δὲ ἐξέπεμψαν. οὗτοι δὲ πάλιν νεωτερίζειν ἐπιβαλόμενοι καὶ τειχίσαντες ἐν τῇ νήσῳ χωρίον ὀχυρὸν ἐκακοποίουν τοὺς Κερκυραίους. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.そこでケルキュラ人たちは、神々への敬虔さのゆえに彼らを処罰から免じたが、都市から追放した。 しかし彼らは再び政変を企て、島の中に堅固な拠点を築いて砦とし、ケルキュラ人たちに害を加えた。 こうして、これらのことがこの年のうちに生じた。