§12.56.1περὶ δὲ τοὺς αὐτοὺς χρόνους Λακεδαιμόνιοι τὰς Πλαταιὰς πολιορκοῦντες περιετείχισαν τὴν πόλιν καὶ στρατιώταις πολλοῖς παρεφύλαττον.
差不多在同一时间,正在包围普拉提亚的拉刻代蒙人,在城市周围筑起了围墙,并派了许多士兵看守。
χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν Ἀθηναίων μηδεμίαν ἐξαποστελλόντων βοήθειαν, οἱ πολιορκούμενοι σιτοδείᾳ τε συνείχοντο καὶ τῶν πολιτῶν ἐν ταῖς προσβολαῖς πολλοὺς ἀπεβεβλήκεσαν.
由于包围拖延日久,而雅典人没有派遣任何援助,被包围者不仅受到饥荒的折磨,而且在袭击中失去了许多公民。
§12.56.2ἀπορουμένων δʼ αὐτῶν καὶ βουλευομένων περὶ τῆς σωτηρίας, τοῖς μὲν πολλοῖς ἐδόκει τὴν ἡσυχίαν ἄγειν, τοῖς δʼ ἄλλοις ὡς διακοσίοις οὖσιν ἔδοξε νυκτὸς βιάσασθαι τοὺς φύλακας καὶ διεκπεσεῖν εἰς τὰς Ἀθήνας.
当他们陷入困境并商讨自救之策时,大多数人认为应当保持静默,但另外大约两百人则决定在夜间突破看守,逃往雅典。
§12.56.3τηρήσαντες οὖν ἀσέληνον νύκτα τοὺς μὲν ἄλλους ἔπεισαν εἰς θάτερα μέρη προσβάλλειν τῷ περιτειχίσματι, αὐτοὶ δʼ ἑτοιμασάμενοι κλίμακας, καὶ τῶν πολεμίων παραβοηθούντων ἐν τοῖς ἀπεστραμμένοις μέρεσι τῶν τειχῶν, αὐτοὶ διὰ τῶν κλιμάκων ἔτυχον ἀναβάντες ἐπὶ τὸ τεῖχος, καὶ τοὺς φύλακας ἀποκτείναντες διέφυγον εἰς τὰς Ἀθήνας.
因此,他们等候了一个无月的夜晚,说服其他人去攻击围墙的其他部分,而他们自己则准备了梯子;当敌人奔向城墙相反方向去救援时,他们自己用梯子成功登上了城墙,并在杀死看守后逃往雅典。
§12.56.4τῇ δʼ ὑστεραίᾳ Λακεδαιμόνιοι μὲν παροξυνθέντες ἐπὶ τῷ δρασμῷ τῶν ἀπεληλυθότων ἐκ τῆς πόλεως, προσέβαλον τῇ πόλει τῶν Πλαταιέων καὶ πᾶσαν εἰσεφέροντο σπουδὴν βίᾳ χειρώσασθαι τοὺς πολιορκουμένους· οἱ δὲ Πλαταιεῖς καταπλαγέντες καὶ διαπρεσβευσάμενοι παρέδωκαν ἑαυτούς τε καὶ τὴν πόλιν τοῖς πολεμίοις.
翌日,拉刻代蒙人因那些从城中逃走之人的逃跑而大为恼火,向普拉提亚人的城市发起进攻,并尽一切努力武力征服被包围者;普拉提亚人惊恐万分,派遣使节协商后,向敌人投降了自身和城市。
§12.56.5οἱ δʼ ἡγεμόνες τῶν Λακεδαιμονίων καθʼ ἕνα τῶν Πλαταιέων προσκαλούμενοι ἐπηρώτων τί ἀγαθὸν πεποίηκε τοῖς Λακεδαιμονίοις, ἑκάστου δὲ ὁμολογοῦντος μηδὲν εὐηργετηκέναι, πάλιν ἐπηρώτων εἴ τι κακὸν ἔδρασαν τοὺς Σπαρτιάτας· οὐδενὸς δʼ ἀντιλέγοντος, πάντων κατέγνωσαν θάνατον.
拉刻代蒙人的领袖们将普拉提亚人逐一召集过来,询问他们曾对拉刻代蒙人做过什么好事;在每个人都承认未立任何功劳后,他们又问他们是否对斯巴达人做过任何坏事;由于没有人反驳,他们判处所有人死刑。
§12.56.6διὸ καὶ τοὺς ἐγκαταλειφθέντας ἅπαντας ἀνεῖλον καὶ κατασκάψαντες ἐμίσθωσαν τὴν χώραν αὐτῶν.
因此,他们杀死了所有留下来的人,并将城市彻底铲平后租让了他们的土地。
Πλαταιεῖς μὲν οὖν τὴν πρὸς Ἀθηναίους συμμαχίαν βεβαιοτάτην τηρήσαντες ἀδίκως ταῖς μεγίσταις συμφοραῖς περιέπεσον.
普拉提亚人虽然极其忠实地维系着与雅典人的同盟,却不公正地遭遇了最大的灾难。