Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.50.1-12.50.7

西塔尔克斯的崛起与对马其顿的入侵

第 144 段,共 723 段 · 希腊语

内容简介

色雷斯国王西塔尔克斯凭借自身才能极大地扩张了领土与财富,并率领大军侵入马其顿,以履行与雅典的盟约并扶持阿敏塔斯复位。马其顿人退守堡垒,色雷斯军队则通过武力攻占要塞继续推进。

§12.50.1περὶ δὲ τοὺς αὐτοὺς χρόνους Σιτάλκης ὁ τῶν Θρᾳκῶν βασιλεὺς παρειλήφει μὲν βασιλείαν ὀλίγην χώραν, διὰ δὲ τὴν ἰδίαν ἀνδρείαν καὶ σύνεσιν ἐπὶ πολὺ τὴν δυναστείαν ηὔξησεν, ἐπιεικῶς μὲν ἄρχων τῶν ὑποτεταγμένων, ἀνδρεῖος δʼ ὢν ἐν ταῖς μάχαις καὶ στρατηγικός, ἔτι δὲ τῶν προσόδων μεγάλην ποιούμενος ἐπιμέλειαν.
大约在同一时期,色雷斯人的国王西塔尔克斯继承了一个领土狭小的王国,但凭借自身的勇敢和智慧,他极大地扩张了其统治范围,温和地治理属民,在战斗中英勇且善于统兵,并且十分注重财政收入。
τὸ δὲ τέλος ἐπὶ τοσοῦτον δυνάμεως προῆλθεν, ὥστε χώρας ἄρξαι πλείστης τῶν πρὸ αὐτοῦ βασιλευσάντων κατὰ τὴν Θρᾴκην.
最后,他的势力达到了如此程度,以至于他统治的领土比在他之前统治过色雷斯的任何国王都要辽阔。
§12.50.2ἡ μὲν γὰρ παραθαλάττιος αὐτῆς ἀπὸ τῆς Ἀβδηριτῶν χώρας τὴν ἀρχὴν ἔχουσα διέτεινε μέχρι τοῦ Ἴστρου ποταμοῦ, ἀπὸ δὲ θαλάττης εἰς τὸ μεσόγειον πορευομένῳ τοσοῦτον εἶχε διάστημα, ὥστε πεζὸν εὔζωνον ὁδοιπορῆσαι ἡμέρας δέκα τρεῖς.
因为该国的沿海地区从阿布德拉人的领地开始,一直延伸到伊斯特河,而对于从沿海走向内陆的人来说,其距离之长,需要一个轻装步行的旅人走上十三天。
τηλικαύτης δὲ χώρας βασιλεύων ἐλάμβανε προσόδους καθʼ ἕκαστον ἐνιαυτὸν πλείω χιλίων ταλάντων.
统治着如此辽阔的国土,他每年获得超过一千塔兰托的财政收入。
§12.50.3κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἔχων πόλεμον ἤθροισεν ἐκ τῆς Θρᾴκης στρατιώτας πεζοὺς μὲν πλείους τῶν δώδεκα μυριάδων, ἱππεῖς δὲ πεντακισμυρίους.
在我们所讨论的时期,由于面临战争,他从色雷斯集结了十二万以上的步兵和五万骑兵。
ἀναγκαῖον δʼ ἐστὶ τοῦ πολέμου τούτου προεκθέσθαι τὰς αἰτίας, ἵνα σαφὴς ὁ περὶ αὐτοῦ λόγος ὑπάρξῃ τοῖς ἀναγινώσκουσι.
有必要预先说明这场战争起因,以便读者能对关于它的叙述有清晰的了解。
Σιτάλκης τοίνυν πρὸς Ἀθηναίους φιλίαν συνθέμενος ὡμολόγησεν αὐτοῖς συμμαχήσειν τὸν ἐπὶ Θρᾴκης πόλεμον· διόπερ βουλόμενος τοὺς Χαλκιδεῖς σὺν τοῖς Ἀθηναίοις καταπολεμῆσαι, παρεσκευάζετο δύναμιν ἀξιόλογον.
西塔尔克斯与雅典人结盟友好,并同意在色雷斯战争中协助他们;因此,他希望与雅典人共同击败卡尔基迪亚人,并准备了一支强大的军队。
§12.50.4ἅμα δὲ καὶ πρὸς Περδίκκαν τὸν βασιλέα τῶν Μακεδόνων ἀλλοτρίως διακείμενος, ἔκρινε κατάγειν ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν Ἀμύνταν τὸν Φιλίππου.
与此同时,由于他对马其顿国王佩尔迪卡斯怀有敌意,他决定帮助菲利普之子阿敏塔斯复辟马其顿王位。
διʼ ἀμφοτέρας οὖν τὰς προειρημένας αἰτίας ἦν ἀναγκαῖον αὐτῷ συστήσασθαι δύναμιν ἀξιόλογον.
因此,由于上述两个原因,他必须组建一支强大的军队。
ὡς δʼ αὐτῷ τὰ πρὸς τὴν στρατείαν εὐτρεπῆ κατεσκεύαστο, προήγαγε τὴν δύναμιν ἅπασαν, καὶ διελθὼν τὴν Θρᾴκην ἐνέβαλεν εἰς τὴν Μακεδονίαν.
当远征的准备工作全部就绪后,他率领全军出发,穿过色雷斯,侵入马其顿。
§12.50.5οἱ δὲ Μακεδόνες τὸ μέγεθος τῆς δυνάμεως καταπλαγέντες παρατάξασθαι μὲν οὐκ ἐτόλμησαν, ἐκκομίσαντες δὲ τόν τε σῖτον καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν εἰς τὰ καρτερώτατα φρούρια, μένοντες ἐν τούτοις ἡσυχίαν εἶχον.
马其顿人对这支军队的庞大规模感到震惊,不敢列阵迎战,而是将粮食和尽可能多的财产运入最坚固的堡垒,留驻其中以静待变。
§12.50.6οἱ δὲ Θρᾷκες καταγαγόντες τὸν Ἀμύνταν ἐπὶ τὴν βασιλείαν τὸ μὲν πρῶτον διὰ λόγων καὶ πρεσβειῶν ἐπειρῶντο προσάγεσθαι τὰς πόλεις, ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχεν, εὐθὺς τῷ πρώτῳ φρουρίῳ προσβαλόντες κατὰ κράτος εἷλον.
色雷斯人带着阿敏塔斯去复辟他的王位,起初试图通过谈判和派遣使节来争取各城市投降;但由于没有人理睬他们,他们便立即攻打第一座堡垒并强行攻克。
§12.50.7μετὰ δὲ ταῦτά τινες τῶν πόλεων καὶ τῶν φρουρίων διὰ τὸν φόβον ἑκουσίως ὑπετάγησαν.
此后,一些城市和堡垒因恐惧而主动归降。
πορθήσαντες δὲ πᾶσαν τὴν Μακεδονίαν καὶ πολλῆς ὠφελείας κύριοι γενόμενοι μετέβησαν ἐπὶ τὰς Ἑλληνίδας πόλεις τὰς τῶν Χαλκιδέων.
在掠夺了整个马其顿并获得大量战利品之后,他们向卡尔基迪亚人的希腊城市进军。

词汇与语法注释

  1. §12.50.1παρειλήφει μὲν βασιλείαν ὀλίγην χώραν — 关于名词 βασιλείαν 与短语 ὀλίγην χώραν 的文法关系。此处 ὀλίγην χώραν 起到 βασιλείαν 的同位语作用,或作为限定王国范围的宾格,意为“继承了一个领土狭小的王国”。
  2. §12.50.1τῶν πρὸ αὐτοῦ βασιλευσάντων — 紧跟在最高级 πλείστης 之后的比较属格。尽管 πλείστης 是最高级,但在语法上与属格 τῶν πρὸ αὐτοῦ βασιλευσάντων 连用,起到了比较级的作用,意为“比在他之前统治的人们更辽阔”。
  3. §12.50.2πορευομένῳ — 现在分词的与格单数形式。在地理描述中用作关系与格或判断者与格,意为“对于(从沿海走向内陆的)行进者而言”。
  4. §12.50.3τὸν ἐπὶ Θρᾴκης πόλεμον — 介词 ἐπί 与属格 Θρᾴκης 的结合。表示地理区域或方向,意为“在色雷斯的战争”或“在色雷斯方向的战争”。
  5. §12.50.6ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχεν — 动词 προσέχω(注意、理睬)的未完成过去式。此处作不及物动词使用,并带与格代词 αὐτοῖς,意为“因为没有人理睬他们(向他们投去注意)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.50.1-12.50.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.50.1-12.50.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。