Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.49.1-12.49.5

克内摩斯突袭培拉亚斯未遂

第 143 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官迪奥蒂莫斯任内,拉刻代蒙人克内摩斯企图偷袭防备虚弱的培拉亚斯,但因仅止于劫掠萨拉米斯而告失败,促使雅典人加强了培拉亚斯的防卫。

§12.49.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Διοτίμου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ὀγδόην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Σύμμαχος Μεσσήνιος ἀπὸ Σικελίας.
在迪奥蒂莫斯担任雅典执政官期间,罗马人任命盖乌斯·尤利乌斯和普罗克鲁斯·维尔吉尼乌斯·特里科斯图斯为执政官,厄利斯人举行了第八合八届奥林匹克运动会,在这届运动会上,来自西西里的美塞尼亚人辛马科斯获得了短跑比赛的冠军。
§12.49.2ἐπὶ δὲ τούτων Κνῆνος ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐν τῇ Κορίνθῳ διατρίβων ἔκρινε τὸν Πειραιᾶ καταλαβέσθαι.
在这些人的任期内,拉刻代蒙人的海军提督克内摩斯逗留在科林斯,决定攻占培拉亚斯。
ἐπυνθάνετο γὰρ μήτε ναῦς ἐν αὐτῷ καθειλκυσμένας ὑπάρχειν μήτε στρατιώτας εἶναι τεταγμένους ἐπὶ τῆς φυλακῆς· τοὺς γὰρ Ἀθηναίους ἀμελῶς ἔχειν περὶ τῆς τούτου φυλακῆς διὰ τὸ μηδαμῶς ἐλπίζειν τολμῆσαι τινὰς καταλαβέσθαι τὸν τόπον.
因为他获悉那里既没有下水的船只,也没有部署守卫的士兵;原来雅典人对该地的防守十分疏忽,因为他们根本不指望有人敢于攻占这个地方。
§12.49.3διόπερ ἐν τοῖς Μεγάροις καθελκύσας τὰς νενεωλκημένας τετταράκοντα τριήρεις νυκτὸς ἔπλευσεν εἰς τὴν Σαλαμῖνα· προσπεσὼν δʼ ἀπροσδοκήτως εἰς τὸ φρούριον τῆς Σαλαμῖνος τὸ καλούμενον Βουδόριον, τρεῖς ναῦς ἀπέσπασε καὶ τὴν ὅλην Σαλαμῖνα κατέδραμε.
因此,他在麦加拉将已拉上岸的四十艘三段桨船下水,夜间驶向萨拉米斯;他出其不意地袭击了萨拉米斯被称为布多里翁的堡垒,夺走了三艘船,并席卷了整个萨拉米斯。
§12.49.4τῶν δὲ Σαλαμινίων πυρσευσάντων τοῖς κατὰ τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι δόξαντες τὸν Πειραιᾶ κατειλῆφθαι ταχέως ἐξεβοήθουν μετὰ πολλῆς ταραχῆς· γνόντες δὲ τὸ γεγονός, ταχέως πληρώσαντες ναῦς ἱκανὰς ἔπλεον εἰς τὴν Σαλαμῖνα.
当萨拉米斯人向阿提卡的人们发出烽火信号时,雅典人以为培拉亚斯已被攻占,在极度恐慌中迅速出动救援;但得知真相后,他们迅速将足够数量的船只装满船员,驶向萨拉米斯。
§12.49.5οἱ δὲ Πελοποννήσιοι τῆς ἐπιβολῆς διαψευσθέντες ἀπέπλευσαν ἐκ τῆς Σαλαμῖνος εἰς τὴν οἰκείαν.
伯罗奔尼撒人因企图落空,便从萨拉米斯撤回了本国。
οἱ δʼ Ἀθηναῖοι, τῶν πολεμίων ἀποπεπλευκότων, τῆς μὲν Σαλαμῖνος ἐπιμελεστέραν φυλακὴν ἐποιήσαντο καὶ κατέλιπον φρουροὺς τοὺς ἱκανούς, τὸν δὲ Πειραιᾶ κλείθροις καὶ φυλακαῖς ἱκαναῖς διαλαβόντες ὠχύρωσαν.
敌军撤退后,雅典人更加严密地防守萨拉米斯,并留下了足够的守军,同时通过安装防锁和布置充足的岗哨,加强并巩固了培拉亚斯的防务。

词汇与语法注释

  1. §12.49.2ἐπὶ δὲ τούτων — 介词 ἐπί 接属格表示“在……的时代/任期内”,指示代词 τούτων 指前一节(12.49.1)中提到的雅典执政官和罗马执政官。
  2. §12.49.2διὰ τὸ μηδαμῶς ἐλπίζειν τολμῆσαι τινὰς καταλαβέσθαι τὸν τόπον — 该句骨架为介词 διὰ 引导冠词性不定式 τὸ ἐλπίζειν(表示原因,“因为预料”)。ἐλπίζειν 的逻辑主语是雅典人,其宾语不定式 τολμῆσαι 的逻辑主语是宾格的 τινάς(“任何人敢于”)。此外,καταλαβέσθαι 是 τολμῆσαι 的补充不定式。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.49.1-12.49.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.49.1-12.49.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。