§12.49.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Διοτίμου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ὀγδόην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Σύμμαχος Μεσσήνιος ἀπὸ Σικελίας.
アテナイでディオティモスがアルコンであったとき、ローマ人はガイウス・ユリウスとプロクルス・ウェルギニウス・トリコストゥスを執政官に任命し、エリス人は第88回オリンピア期を催した。 そのとき、シケリアのメッセネ出身のシュンマコスがスタディオン競走で優勝した。
§12.49.2ἐπὶ δὲ τούτων Κνῆνος ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐν τῇ Κορίνθῳ διατρίβων ἔκρινε τὸν Πειραιᾶ καταλαβέσθαι.
これらの任期中、ラケダイモン人の海軍提督クネモスはコリントスに滞在し、ペイライエウスを占領することを決意した。
ἐπυνθάνετο γὰρ μήτε ναῦς ἐν αὐτῷ καθειλκυσμένας ὑπάρχειν μήτε στρατιώτας εἶναι τεταγμένους ἐπὶ τῆς φυλακῆς·
というのも、そこには進水した船もなく、警備に配置された兵士もいないと聞いていたからである。
τοὺς γὰρ Ἀθηναίους ἀμελῶς ἔχειν περὶ τῆς τούτου φυλακῆς διὰ τὸ μηδαμῶς ἐλπίζειν τολμῆσαι τινὰς καταλαβέσθαι τὸν τόπον.
アテナイ人は、誰かがその場所をあえて占領しようなどとは決して予想していなかったため、そこの警備を怠っていた。
§12.49.3διόπερ ἐν τοῖς Μεγάροις καθελκύσας τὰς νενεωλκημένας τετταράκοντα τριήρεις νυκτὸς ἔπλευσεν εἰς τὴν Σαλαμῖνα·
そのため、彼はメガラで船引き場に引き上げられていた40隻の三段櫂船を進水させ、夜間にサラミスへと航行した。
προσπεσὼν δʼ ἀπροσδοκήτως εἰς τὸ φρούριον τῆς Σαλαμῖνος τὸ καλούμενον Βουδόριον, τρεῖς ναῦς ἀπέσπασε καὶ τὴν ὅλην Σαλαμῖνα κατέδραμε.
そして、サラミスのブドリオンと呼ばれる砦に不意に襲いかかり、3隻の船を奪い去り、サラミス全土を荒らし回った。
§12.49.4τῶν δὲ Σαλαμινίων πυρσευσάντων τοῖς κατὰ τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι δόξαντες τὸν Πειραιᾶ κατειλῆφθαι ταχέως ἐξεβοήθουν μετὰ πολλῆς ταραχῆς·
サラミスの人々がアッティカの住民に火の合図を送ると、アテナイ人はペイライエウスが占領されたと思い込み、大きな混乱のうちに急いで救援に駆けつけた。
γνόντες δὲ τὸ γεγονός, ταχέως πληρώσαντες ναῦς ἱκανὰς ἔπλεον εἰς τὴν Σαλαμῖνα.
しかし、事の真相を知ると、すぐに十分な数の船を満載にしてサラミスへと航行した。
§12.49.5οἱ δὲ Πελοποννήσιοι τῆς ἐπιβολῆς διαψευσθέντες ἀπέπλευσαν ἐκ τῆς Σαλαμῖνος εἰς τὴν οἰκείαν.
ペロポネソス人は計画が失敗に終わったため、サラミスから自国へと退却した。
οἱ δʼ Ἀθηναῖοι, τῶν πολεμίων ἀποπεπλευκότων, τῆς μὲν Σαλαμῖνος ἐπιμελεστέραν φυλακὴν ἐποιήσαντο καὶ κατέλιπον φρουροὺς τοὺς ἱκανούς, τὸν δὲ Πειραιᾶ κλείθροις καὶ φυλακαῖς ἱκαναῖς διαλαβόντες ὠχύρωσαν.
アテナイ人は、敵が撤退した後、サラミスの警備をより厳重にし、十分な守備隊を残した。 また、ペイライエウスを閉鎖鎖と十分な衛兵所によって各所に防備を施し、要塞化した。