Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.45.1-12.45.5

再次入侵阿提卡与雅典大瘟疫

第 139 段,共 723 段 · 希腊语

内容简介

记述了拉刻代蒙人第二次入侵阿提卡、雅典城内瘟疫爆发,以及佩里克利斯因此遭到罢免后又被重新启用的过程。

§12.45.1Λακεδαιμόνιοι δὲ μετὰ Πελοποννησίων καὶ τῶν ἄλλων συμμάχων ἐνέβαλον εἰς τὴν Ἀττικὴν τὸ δεύτερον.
拉刻代蒙人与伯罗奔尼撒人及其他盟友一起,第二次侵入阿提卡。
ἐπιπορευόμενοι δὲ τὴν χώραν ἐδενδροτόμουν καὶ τὰς ἐπαύλεις ἐνεπύριζον, καὶ πᾶσαν σχεδὸν τὴν γῆν ἐλυμήναντο πλὴν τῆς καλουμένης Τετραπόλεως· ταύτης δʼ ἀπέσχοντο διὰ τὸ τοὺς προγόνους αὐτῶν ἐνταῦθα κατῳκηκέναι καὶ τὸν Εὐρυσθέα νενικηκέναι τὴν ὁρμὴν ἐκ ταύτης ποιησαμένους·
他们在这片土地上推进,砍伐树木,焚烧农舍,蹂躏了几乎所有的土地,唯独放过了被称为特拉波利斯的地方;他们之所以没有动这里,是因为他们的祖先曾在此居住,并以此为基地出发击败了欧律斯透斯。
δίκαιον γὰρ ἡγοῦντο τοῖς εὐηργετηκόσι τοὺς προγόνους, παρὰ τῶν ἐκγόνων τὰς προσηκούσας εὐεργεσίας ἀπολαμβάνειν.
因为他们认为,那些曾对他们祖先施以恩惠的人,理应从其子孙那里得到相应的恩惠回报。
§12.45.2οἱ δʼ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐκ ἐτόλμων, συνεχόμενοι δʼ ἐντὸς τῶν τειχῶν ἐνέπεσον εἰς λοιμικὴν περίστασιν· πολλοῦ γὰρ πλήθους καὶ παντοδαποῦ συνερρυηκότος εἰς τὴν πόλιν διὰ τὴν στενοχωρίαν εὐλόγως εἰς νόσους ἐνέπιπτον, ἕλκοντες ἀέρα διεφθαρμένον.
雅典人不敢列阵迎战,而是被困在城墙内,陷入了瘟疫的境地;由于各种各样的大量人群涌入城内,因为空间狭窄,他们自然而然地染上了疾病,呼吸着被污染的空气。
§12.45.3διόπερ οὐ δυνάμενοι τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας, πάλιν ναῦς πολλὰς ἐξέπεμπον εἰς Πελοπόννησον στρατηγὸν ἐπιστήσαντες Περικλέα.
因此,由于无法将敌人从领土上驱逐出去,他们再次派遣许多船只前往伯罗奔尼撒,并任命佩里克利斯为将军。
οὗτος δὲ πολλὴν χώραν τῆς παραθαλαττίου δῃώσας καί τινας πόλεις πορθήσας, ἐποίησεν ἀπελθεῖν ἐκ τῆς Ἀττικῆς τοὺς Λακεδαιμονίους.
他蹂躏了沿海的大片土地并掠夺了部分城市,促使拉刻代蒙人撤离了阿提卡。
§12.45.4μετὰ δὲ ταῦθʼ οἱ Ἀθηναῖοι, τῆς μὲν χώρας δεδενδροκοπημένης, τῆς δὲ νόσου πολλοὺς διαφθειρούσης, ἐν ἀθυμίᾳ καθειστήκεσαν, καὶ τὸν Περικλέα νομίζοντες αἴτιον αὐτοῖς γεγονέναι τοῦ πολέμου διʼ ὀργῆς εἶχον.
此后,由于土地上的树木被砍伐,且瘟疫夺去了许多人的生命,雅典人陷入了沮丧之中,并对佩里克利斯怀恨在心,认为他是给他们带来这场战争的罪魁祸首。
διόπερ ἀποστήσαντες αὐτὸν τῆς στρατηγίας, καὶ μικράς τινας ἀφορμὰς ἐγκλημάτων λαβόντες, ἐζημίωσαν αὐτὸν ὀγδοήκοντα ταλάντοις.
因此,他们免去了他的将军职务,并在找到一些微不足道的控告借口后,罚款他八十塔兰同。
§12.45.5μετὰ δὲ ταῦτα πρεσβείας ἀποστείλαντες Λακεδαιμονίοις ἠξίουν καταλύσασθαι τὸν πόλεμον· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἠναγκάζοντο πάλιν τὸν Περικλέα στρατηγὸν αἱρεῖσθαι.
在此之后,他们向拉刻代蒙人派遣使节,要求结束战争;但由于没有人理睬他们,他们被迫再次选举佩里克利斯为将军。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些便是这一年里发生的事情。

词汇与语法注释

  1. §12.45.1δίκαιον γὰρ ἡγοῦντο τοῖς εὐηργετηκόσι τοὺς προγόνους, παρὰ τῶν ἐκγόνων τὰς προσηκούσας εὐεργεσίας ἀπολαμβάνειν. — 不定式短语 ἀπολαμβάνειν(接受)的逻辑主语是与格分词 τοῖς εὐηργετηκόσι(施以恩惠的人),而宾格的 τοὺς προγόνους(祖先)则是该分词的直接宾语。此外,τῶν ἐκγόνων(子孙)指的是受惠者(即斯巴达人自身)的后代。整个句子的结构为:“因为他们认为,那些曾对他们祖先施以恩惠的人,理应从其[受惠者的]子孙那里得到相应的恩惠回报。”
  2. §12.45.2ἕλκοντες ἀέρα διεφθαρμένον — 动词 ἕλκω 本意为“拉、拖”,在此处作为“吸入、呼吸”空气的惯用或比喻表达。现在分词 ἕλκοντες 表示与主句动词 ἐνέπιπτον(染上疾病)相关的伴随状况或原因。
  3. §12.45.4διʼ ὀργῆς εἶχον — 由介词 διά + 属格名词 + 动词 ἔχω 构成的迂回惯用表达,表示“对……怀恨在心/发怒”的状态,在此处以宾格的 τὸν Περικλέα 作为其对象。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.45.1-12.45.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.45.1-12.45.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。