§12.45.1Λακεδαιμόνιοι δὲ μετὰ Πελοποννησίων καὶ τῶν ἄλλων συμμάχων ἐνέβαλον εἰς τὴν Ἀττικὴν τὸ δεύτερον.
ラケダイモン人はペロポネソス人および他の同盟者とともに、二度目のアッティカ侵入を行った。
ἐπιπορευόμενοι δὲ τὴν χώραν ἐδενδροτόμουν καὶ τὰς ἐπαύλεις ἐνεπύριζον, καὶ πᾶσαν σχεδὸν τὴν γῆν ἐλυμήναντο πλὴν τῆς καλουμένης Τετραπόλεως·
彼らはその土地を進撃しながら木々を伐採し、農舎に火を放ち、いわゆるテトラポリス(四市連合)を除くほぼすべての土地を荒廃させた。
ταύτης δʼ ἀπέσχοντο διὰ τὸ τοὺς προγόνους αὐτῶν ἐνταῦθα κατῳκηκέναι καὶ τὸν Εὐρυσθέα νενικηκέναι τὴν ὁρμὴν ἐκ ταύτης ποιησαμένους·
この場所を彼らが控えたのは、彼らの祖先がかつてそこに居住し、そこから出撃してエウリュステウスを打ち破ったからであった。
δίκαιον γὰρ ἡγοῦντο τοῖς εὐηργετηκόσι τοὺς προγόνους, παρὰ τῶν ἐκγόνων τὰς προσηκούσας εὐεργεσίας ἀπολαμβάνειν.
なぜなら彼らは、自分たちの祖先に恩恵を施した人々が、その子孫からふさわしい恩恵の返礼を受け取るのは正しいことだと考えていたからである。
§12.45.2οἱ δʼ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐκ ἐτόλμων, συνεχόμενοι δʼ ἐντὸς τῶν τειχῶν ἐνέπεσον εἰς λοιμικὴν περίστασιν·
アテナイ人は戦列を整えて立ち向かう勇気はなく、城壁の内部に閉じ込められて疫病の惨状に陥った。
πολλοῦ γὰρ πλήθους καὶ παντοδαποῦ συνερρυηκότος εἰς τὴν πόλιν διὰ τὴν στενοχωρίαν εὐλόγως εἰς νόσους ἐνέπιπτον, ἕλκοντες ἀέρα διεφθαρμένον.
あらゆる種類の大勢の群衆が市内に流れ込んだため、過密のゆえに彼らが病気にかかったのは当然のことであり、汚染された空気を吸い込んでいたからである。
§12.45.3διόπερ οὐ δυνάμενοι τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας, πάλιν ναῦς πολλὰς ἐξέπεμπον εἰς Πελοπόννησον στρατηγὸν ἐπιστήσαντες Περικλέα.
それゆえ、敵を土地から追い出すことができなかったため、彼らは再び多くの船をペロポネソスへと派遣し、ペリクレスを将軍に任命した。
οὗτος δὲ πολλὴν χώραν τῆς παραθαλαττίου δῃώσας καί τινας πόλεις πορθήσας, ἐποίησεν ἀπελθεῖν ἐκ τῆς Ἀττικῆς τοὺς Λακεδαιμονίους.
彼は沿岸地域の多くの土地を荒廃させ、いくつかの都市を略奪して、ラケダイモン人をアッティカから退去させた。
§12.45.4μετὰ δὲ ταῦθʼ οἱ Ἀθηναῖοι, τῆς μὲν χώρας δεδενδροκοπημένης, τῆς δὲ νόσου πολλοὺς διαφθειρούσης, ἐν ἀθυμίᾳ καθειστήκεσαν, καὶ τὸν Περικλέα νομίζοντες αἴτιον αὐτοῖς γεγονέναι τοῦ πολέμου διʼ ὀργῆς εἶχον.
この後、アテナイ人は、土地が荒廃し(木々を伐採され)、疫病が多くの人々を死に至らしめている中で、意気消沈した状態に陥り、ペリクレスが自分たちにとって戦争の原因になったと考えて彼に怒りを抱いていた。
διόπερ ἀποστήσαντες αὐτὸν τῆς στρατηγίας, καὶ μικράς τινας ἀφορμὰς ἐγκλημάτων λαβόντες, ἐζημίωσαν αὐτὸν ὀγδοήκοντα ταλάντοις.
それゆえ彼らは彼を将軍職から罷免し、告発の些細な口実をいくつか掴むと、彼に八十タラントンの罰金を科した。
§12.45.5μετὰ δὲ ταῦτα πρεσβείας ἀποστείλαντες Λακεδαιμονίοις ἠξίουν καταλύσασθαι τὸν πόλεμον· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἠναγκάζοντο πάλιν τὸν Περικλέα στρατηγὸν αἱρεῖσθαι.
この後、彼らはラケダイモン人に使節を派遣し、戦争を終結させることを求めたが、誰も彼らに耳を貸さなかったため、再びペリクレスを将軍に選出せざるを得なかった。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
さて、これらのことがこの年の間に起こった。