Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.44.1-12.44.3

雅典远征洛克里斯与驱逐埃吉纳人

第 138 段,共 723 段 · 希腊语

内容简介

雅典将军克利奥庞波斯在洛克里斯作战并修筑阿塔兰特岛。雅典驱逐埃吉纳人并派遣本国殖民者,佩里克利斯则蹂躏麦加拉领土。

§12.44.1μετὰ δὲ ταῦτα Ἀθηναῖοι στρατηγὸν προχειρισάμενοι Κλεόπομπον ἐξαπέστειλαν μετὰ νεῶν τριάκοντα, προστάξαντες τήν τε Εὔβοιαν παραφυλάττειν καὶ Λοκροῖς πολεμεῖν.
此后,雅典人任命克利奥庞波斯为将军,派他率领三十艘船只出发,命令他防守欧博亚并同洛克里斯人作战。
ὁ δʼ ἐκπλεύσας τήν τε παραθαλάττιον τῆς Λοκρίδος ἐδῄωσε καὶ πόλιν Θρόνιον ἐξεπολιόρκησε, τοῖς δʼ ἀντιταξαμένοις τῶν Λοκρῶν συνάψας μάχην ἐνίκησε περὶ πόλιν Ἀλόπην.
他率军出航,蹂躏了洛克里斯的沿海地区,并围攻夺取了托罗尼翁城,又与前来迎战的洛克里斯人交战,在阿洛佩城附近击败了他们。
ἔπειτα τὴν προκειμένην τῆς Λοκρίδος νῆσον, ὀνομαζομένην Ἀταλάντην, ἐπιτείχισμα τῆς Λοκρίδος κατεσκεύασε, πολεμῶν πρὸς τοὺς ἐγχωρίους.
随后,他在同当地人作战的同时,将位于洛克里斯前方的、被称为阿塔兰特的岛屿筑为针对洛克里斯的据点。
§12.44.2Ἀθηναῖοι δʼ ἐγκαλοῦντες Αἰγινήταις ὡς συνηργηκόσι Λακεδαιμονίοις ἀνέστησαν αὐτοὺς ἐκ τῆς πόλεως, ἐκ δὲ τῶν πολιτῶν οἰκήτορας ἐκπέμψαντες κατεκληρούχησαν τήν τε Αἴγιναν καὶ τὴν χώραν.
雅典人指责埃吉纳人协助了拉刻代蒙人,将其从城中驱逐,并从本国公民中派遣殖民者,分配了埃吉纳及其土地。
§12.44.3Λακεδαιμόνιοι δὲ τοῖς ἐκπεπτωκόσιν Αἰγινήταις ἔδωκαν οἰκεῖν τὰς καλουμένας Θυρέας διὰ τὸ καὶ τοὺς Ἀθηναίους δεδωκέναι τοῖς ἐκ Μεσσήνης ἐκβληθεῖσι κατοικεῖν Ναύπακτον.
拉刻代蒙人将被称为席瑞亚的地方给被驱逐的埃吉纳人居住,因为雅典人也曾将纳乌帕克托斯给从美塞尼亚被驱逐的人居住。
Ἀθηναῖοι δὲ Περικλέα μετὰ δυνάμεως ἐξέπεμψαν πολεμήσοντα τοῖς Μεγαρεῦσιν.
雅典人派遣佩里克利斯率领军队去与麦加拉人作战。
οὗτος δὲ πορθήσας τὴν χώραν καὶ τὰς κτήσεις αὐτῶν λυμηνάμενος μετὰ πολλῆς ὠφελείας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
他蹂躏了他们的土地,摧毁了他们的财产,带着丰厚的战利品返回了雅典。

词汇与语法注释

  1. §12.44.1ἐπιτείχισμα — 修饰前文宾格名词 τὴν προκειμένην τῆς Λοκρίδος νῆσον 的宾格补足语(双宾格结构中的第二宾格),意为“将(该岛)建为据点”。
  2. §12.44.2ὡς συνηργηκόσι — 连词 ὡς 与完成时态与格分词 συνηργηκόσι(修饰 Αἰγινήταις)结合,表示雅典人所声称的主观原因或指责根据(“因协助了……之罪名”)。
  3. §12.44.3διὰ τὸ καὶ τοὺς Ἀθηναίους δεδωκέναι — 介词 διά 支配冠词不定式完成时 τὸ δεδωκέναι 的因果结构。不定式的逻辑主语为宾格的 τοὺς Ἀθηναίους,用以解释主句主语拉刻代蒙人采取行动的原因。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.44.1-12.44.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.44.1-12.44.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。