§12.45.1Λακεδαιμόνιοι δὲ μετὰ Πελοποννησίων καὶ τῶν ἄλλων συμμάχων ἐνέβαλον εἰς τὴν Ἀττικὴν τὸ δεύτερον.
The Lacedaemonians, together with the Peloponnesians and the other allies, invaded Attica for the second time.
ἐπιπορευόμενοι δὲ τὴν χώραν ἐδενδροτόμουν καὶ τὰς ἐπαύλεις ἐνεπύριζον, καὶ πᾶσαν σχεδὸν τὴν γῆν ἐλυμήναντο πλὴν τῆς καλουμένης Τετραπόλεως· ταύτης δʼ ἀπέσχοντο διὰ τὸ τοὺς προγόνους αὐτῶν ἐνταῦθα κατῳκηκέναι καὶ τὸν Εὐρυσθέα νενικηκέναι τὴν ὁρμὴν ἐκ ταύτης ποιησαμένους·
Marching through the territory, they cut down the trees and set fire to the farmsteads, and ravaged almost the entire land except for the place called Tetrapolis; from this they abstained because their ancestors had once settled there and, making their departure from there, had defeated Eurystheus.
δίκαιον γὰρ ἡγοῦντο τοῖς εὐηργετηκόσι τοὺς προγόνους, παρὰ τῶν ἐκγόνων τὰς προσηκούσας εὐεργεσίας ἀπολαμβάνειν.
For they considered it just that those who had done good to their ancestors should receive appropriate benefits from their descendants.
§12.45.2οἱ δʼ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐκ ἐτόλμων, συνεχόμενοι δʼ ἐντὸς τῶν τειχῶν ἐνέπεσον εἰς λοιμικὴν περίστασιν· πολλοῦ γὰρ πλήθους καὶ παντοδαποῦ συνερρυηκότος εἰς τὴν πόλιν διὰ τὴν στενοχωρίαν εὐλόγως εἰς νόσους ἐνέπιπτον, ἕλκοντες ἀέρα διεφθαρμένον.
The Athenians did not dare to draw up their forces to face them, but being confined within the walls, they fell into a plague-stricken state; for since a great and diverse multitude had streamed into the city, they naturally fell into sickness because of the lack of space, inhaling contaminated air.
§12.45.3διόπερ οὐ δυνάμενοι τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας, πάλιν ναῦς πολλὰς ἐξέπεμπον εἰς Πελοπόννησον στρατηγὸν ἐπιστήσαντες Περικλέα.
Therefore, being unable to expel the enemy from their territory, they again sent out many ships to the Peloponnese, appointing Pericles as general.
οὗτος δὲ πολλὴν χώραν τῆς παραθαλαττίου δῃώσας καί τινας πόλεις πορθήσας, ἐποίησεν ἀπελθεῖν ἐκ τῆς Ἀττικῆς τοὺς Λακεδαιμονίους.
He, having ravaged much of the coastal region and plundered some cities, caused the Lacedaemonians to withdraw from Attica.
§12.45.4μετὰ δὲ ταῦθʼ οἱ Ἀθηναῖοι, τῆς μὲν χώρας δεδενδροκοπημένης, τῆς δὲ νόσου πολλοὺς διαφθειρούσης, ἐν ἀθυμίᾳ καθειστήκεσαν, καὶ τὸν Περικλέα νομίζοντες αἴτιον αὐτοῖς γεγονέναι τοῦ πολέμου διʼ ὀργῆς εἶχον.
After this, the Athenians, with their land having its trees cut down and the disease destroying many, had fallen into despondency, and they held Pericles in anger, believing him to have been the cause of the war for them.
διόπερ ἀποστήσαντες αὐτὸν τῆς στρατηγίας, καὶ μικράς τινας ἀφορμὰς ἐγκλημάτων λαβόντες, ἐζημίωσαν αὐτὸν ὀγδοήκοντα ταλάντοις.
Therefore, having removed him from the generalship and taken some small pretexts for charges, they fined him eighty talents.
§12.45.5μετὰ δὲ ταῦτα πρεσβείας ἀποστείλαντες Λακεδαιμονίοις ἠξίουν καταλύσασθαι τὸν πόλεμον· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἠναγκάζοντο πάλιν τὸν Περικλέα στρατηγὸν αἱρεῖσθαι.
After this, having sent embassies to the Lacedaemonians, they asked to bring the war to an end; but as no one paid attention to them, they were forced to elect Pericles as general again.
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
These, then, were the events that took place during this year.