Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.46.1-12.46.7

伯里克利的逝世与波提达亚的开城投降

第 140 段,共 723 段 · 希腊语

内容简介

记述了雅典将军佩里克利斯的逝世,以及哈格农将军包围并攻打波提达亚的过程。最终,波提达亚因饥荒和瘟疫而根据条约投降并退城,雅典人在此建立殖民地并分配土地。

§12.46.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἐπαμείνονος Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον καὶ Αὖλον Κορνήλιον Μακερῖνον.
在埃帕梅农担任雅典执政官期间,罗马人任命卢基乌斯·巴比里乌斯和奥卢斯·科尔内利乌斯·马凯里努斯为执政官。
ἐπὶ δὲ τούτων ἐν μὲν ταῖς Ἀθήναις Περικλῆς ὁ στρατηγὸς ἐτελεύτησεν, ἀνὴρ γένει καὶ πλούτῳ, πρὸς δὲ τούτοις δεινότητι λόγου καὶ στρατηγίᾳ πολὺ προέχων τῶν πολιτῶν.
在他们任内,将军佩里克利斯在雅典逝世。 他在出身和财富上,此外还在雄辩才华和军事指挥能力上,都远远超过其他市民。
§12.46.2ὁ δὲ δῆμος φιλοτιμούμενος κατὰ κράτος ἑλεῖν τὴν Ποτίδαιαν, ἐξαπέστειλεν Ἅγνωνα στρατηγὸν ἔχοντα τὴν δύναμιν ἣν πρότερον εἶχε Περικλῆς.
雅典公民大会急于攻克波提达亚,派出了哈格农作为将军,率领此前由佩里克利斯指挥的军队。
οὗτος δὲ μετὰ παντὸς τοῦ στόλου καταπλεύσας εἰς τὴν Ποτίδαιαν παρεσκευάσατο τὰ πρὸς τὴν πολιορκίαν· μηχανάς τε γὰρ παντοδαπὰς παρεσκεύασε πολιορκητικὰς καὶ ὅπλων καὶ βελῶν πλῆθος, ἔτι δὲ σίτου δαψίλειαν ἱκανὴν πάσῃ τῇ δυνάμει.
他率领整个舰队航行到波提达亚,做好了包围战的准备;因为他准备了各种攻城器械、大量的武器和投射物,此外还有足以供应全军的充足粮食。
προσβολὰς δὲ ποιούμενος συνεχεῖς καθʼ ἑκάστην ἡμέραν διέτριβε πολὺν χρόνον, οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν.
他每天进行连续的攻击,耗费了很长时间,却无法攻克这座城市。
§12.46.3οἱ μὲν γὰρ πολιορκούμενοι διὰ τὸν ἐκ τῆς ἁλώσεως φόβον ἐρρωμένως ἠμύνοντο καὶ ταῖς ὑπεροχαῖς τῶν τειχῶν πεποιθότες ἐπλεονέκτουν τοὺς ἐκ τοῦ λιμένος·
因为被包围的人出于对城破的恐惧,顽强地进行抵抗,并凭借城墙的高度优势,压制了从港口进攻的围城军。
ἡ δὲ νόσος τοὺς πολιορκοῦντας συνέχουσα πολλοὺς ἀνῄρει, καὶ τὸ στρατόπεδον ἀθυμία κατεῖχεν.
然而,瘟疫纠缠着包围者,夺去了许多人的生命,军营里笼罩着沮丧的情绪。
§12.46.4ὁ δʼ Ἅγνων εἰδὼς τοὺς Ἀθηναίους δεδαπανηκότας εἰς τὴν πολιορκίαν πλείω τῶν χιλίων ταλάντων καὶ χαλεπῶς διακειμένους πρὸς τοὺς Ποτιδαιάτας διὰ τὸ πρώτους ἀποστῆναι πρὸς τοὺς Λακεδαιμονίους, ἐφοβεῖτο λῦσαι τὴν πολιορκίαν· διόπερ ἠναγκάζετο διακαρτερεῖν καὶ τοὺς στρατιώτας ἀναγκάζειν παρὰ δύναμιν βίαν προσάγειν τῇ πόλει.
哈格农深知雅典人已为这场围攻花费了一千多塔兰同,并且因为波提达亚人最先倒向拉刻代蒙人而对他们怀有极大的敌意,因此他害怕解除包围;于是他不得不坚持下去,并强迫士兵们超越能力极限地向城市发起猛攻。
§12.46.5ἐπεὶ δὲ τῶν πολιτῶν πολλοὶ διεφθείροντο κατὰ τὰς προσβολὰς καὶ κατὰ τὴν ἐκ τοῦ λοιμοῦ νόσον, ἀπολιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀπέπλευσεν εἰς τὰς Ἀθήνας, ἀποβεβληκὼς τῶν στρατιωτῶν πλείους τῶν χιλίων.
但是,由于许多市民在进攻中和瘟疫中丧生,他留下一部分军队继续包围,自己则率领其余部队回航雅典,损失了超过一千名士兵。
§12.46.6ἀπελθόντων δὲ τούτων οἱ Ποτιδαιᾶται, τοῦ τε σίτου παντελῶς ἐκλιπόντος καὶ τῶν κατὰ τὴν πόλιν ἀθυμούντων, ἐπεκηρυκεύσαντο πρὸς τοὺς πολιορκοῦντας περὶ διαλύσεως.
这些人离去后,由于粮食彻底断绝,城内的人们灰心丧气,波提达亚人便向包围者派去使者商讨投降条件。
ἀσμένως δὲ κἀκείνων προσδεξαμένων διαλύσεις ἐποιήσαντο τοιαύτας, ἀπελθεῖν ἐκ τῆς πόλεως ἅπαντας τοὺς Ποτιδαιάτας, ἄλλο μὲν μηθὲν λαβόντας, ἔχοντας δὲ τοὺς μὲν ἄνδρας ἱμάτιον ἕν, τὰς δὲ γυναῖκας δύο.
包围者也欣然接受,于是他们达成了如下协议:所有波提达亚人必须撤出城市,不得携带其他任何物品,但男子可穿一件衣服,女子可穿两件。
§12.46.7γενομένων δὲ τούτων τῶν σπονδῶν οἱ μὲν Ποτιδαιᾶται πάντες μετὰ γυναικῶν καὶ τέκνων ἐξέλιπον τὴν πατρίδα κατὰ τὰς συνθήκας, καὶ παρελθόντες εἰς τοὺς ἐπὶ Θρᾴκης Χαλκιδεῖς παρʼ αὐτοῖς κατῴκησαν·
达成上述协定后,所有波提达亚人带着妻子和孩子,按照条约离开了家园,前往色雷斯地区的卡尔基迪斯人那里,并在他们中间定居下来。
οἱ δʼ Ἀθηναῖοι τῶν πολιτῶν εἰς χιλίους οἰκήτορας ἐξέπεμψαν εἰς τὴν Ποτίδαιαν, καὶ τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.
雅典人派遣了大约一千名市民作为殖民者前往波提达亚,并将城市和土地分配完毕。

词汇与语法注释

  1. 12.46.1ἀνὴρ γένει καὶ πλούτῳ, πρὸς δὲ τούτοις δεινότητι λόγου καὶ στρατηγίᾳ πολὺ προέχων τῶν πολιτῶν — 与主语 Περικλῆς 同位的名词短语。可以看作是省略了关系代词的定语从句,用以列举佩里克利斯的卓越才能并补充说明其人品。
  2. 12.46.3τοὺς ἐκ τοῦ λιμένος — 意为“来自港口的人”。前置词 ἐκ(从……)表明雅典包围军(哈格农的舰队)驻扎在港口,并从那里发起进攻。
  3. 12.46.4εἰδὼς τοὺς Ἀθηναίους δεδαπανηκότας ... καὶ ... διακειμένους — 完成时分词 δεδαπανηκότας 和现在时分词 διακειμένους 用作分词 εἰδώς(深知)的补语(间接叙述)。伴随宾格主语 τοὺς Ἀθηναίους,构成“深知雅典人已经花费了……并且处于……状态”的从句。
  4. 12.46.6ἀπελθεῖν ἐκ τῆς πόλεως ... λαβόντας ... ἔχοντας ... — 用以解释前述 διαλύσεις τοιαύτας(如下协议)具体内容的带宾格的主定词短语。由于需与不定式的逻辑主语(宾格 τοὺς Ποτιδαιάτας)一致,分词 λαβόντας 和 ἔχοντας 均采用宾格复数阳性形式。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.46.1-12.46.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.46.1-12.46.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。