§12.44.1μετὰ δὲ ταῦτα Ἀθηναῖοι στρατηγὸν προχειρισάμενοι Κλεόπομπον ἐξαπέστειλαν μετὰ νεῶν τριάκοντα, προστάξαντες τήν τε Εὔβοιαν παραφυλάττειν καὶ Λοκροῖς πολεμεῖν.
this, the Athenians, having appointed Cleopompos as general, sent him out with thirty ships, ordering him to guard Euboea and to make war on the Locrians.
ὁ δʼ ἐκπλεύσας τήν τε παραθαλάττιον τῆς Λοκρίδος ἐδῄωσε καὶ πόλιν Θρόνιον ἐξεπολιόρκησε, τοῖς δʼ ἀντιταξαμένοις τῶν Λοκρῶν συνάψας μάχην ἐνίκησε περὶ πόλιν Ἀλόπην.
Having sailed out, he ravaged the coastal region of Locris, took the city of Thronium by siege, and having joined battle with those of the Locrians who opposed him, won a victory near the city of Alope.
ἔπειτα τὴν προκειμένην τῆς Λοκρίδος νῆσον, ὀνομαζομένην Ἀταλάντην, ἐπιτείχισμα τῆς Λοκρίδος κατεσκεύασε, πολεμῶν πρὸς τοὺς ἐγχωρίους. §12.44.2Ἀθηναῖοι δʼ ἐγκαλοῦντες Αἰγινήταις ὡς συνηργηκόσι Λακεδαιμονίοις ἀνέστησαν αὐτοὺς ἐκ τῆς πόλεως, ἐκ δὲ τῶν πολιτῶν οἰκήτορας ἐκπέμψαντες κατεκληρούχησαν τήν τε Αἴγιναν καὶ τὴν χώραν. §12.44.3Λακεδαιμόνιοι δὲ τοῖς ἐκπεπτωκόσιν Αἰγινήταις ἔδωκαν οἰκεῖν τὰς καλουμένας Θυρέας διὰ τὸ καὶ τοὺς Ἀθηναίους δεδωκέναι τοῖς ἐκ Μεσσήνης ἐκβληθεῖσι κατοικεῖν Ναύπακτον.
Then, fighting against the inhabitants, he established the island lying off Locris, called Atalante, as a stronghold against Locris. Athenians, accusing the Aeginetans of having cooperated with the Lacedaemonians, expelled them from their city, and having sent out colonists from among their own citizens, allotted Aegina and its territory. Lacedaemonians gave the expelled Aeginetans the place called Thyreae to inhabit, because the Athenians also had given Naupactus as a dwelling place to those expelled from Messene.
Ἀθηναῖοι δὲ Περικλέα μετὰ δυνάμεως ἐξέπεμψαν πολεμήσοντα τοῖς Μεγαρεῦσιν.
The Athenians sent out Pericles with a force to make war on the Megarians.
οὗτος δὲ πορθήσας τὴν χώραν καὶ τὰς κτήσεις αὐτῶν λυμηνάμενος μετὰ πολλῆς ὠφελείας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
He, having ravaged their territory and ruined their possessions, returned to Athens with much booty.