§12.44.1μετὰ δὲ ταῦτα Ἀθηναῖοι στρατηγὸν προχειρισάμενοι Κλεόπομπον ἐξαπέστειλαν μετὰ νεῶν τριάκοντα, προστάξαντες τήν τε Εὔβοιαν παραφυλάττειν καὶ Λοκροῖς πολεμεῖν.
この後、アテナイ人はクレオポンポスを将軍に任命して三十隻の船とともに派遣し、エウボイアを警備することとロクリス人と交戦することを命じた。
ὁ δʼ ἐκπλεύσας τήν τε παραθαλάττιον τῆς Λοκρίδος ἐδῄωσε καὶ πόλιν Θρόνιον ἐξεπολιόρκησε, τοῖς δʼ ἀντιταξαμένοις τῶν Λοκρῶν συνάψας μάχην ἐνίκησε περὶ πόλιν Ἀλόπην.
彼は出帆すると、ロクリスの沿岸地域を荒廃させ、トローニオン市を包囲攻略し、立ち向かってきたロクリス人たちと交戦してアロペ市の近くで勝利を収めた。
ἔπειτα τὴν προκειμένην τῆς Λοκρίδος νῆσον, ὀνομαζομένην Ἀταλάντην, ἐπιτείχισμα τῆς Λοκρίδος κατεσκεύασε, πολεμῶν πρὸς τοὺς ἐγχωρίους.
その後、ロクリスの前に横たわるアタランテと呼ばれる島を、現地の人々と戦いながら、ロクリスに対する砦として構築した。
§12.44.2Ἀθηναῖοι δʼ ἐγκαλοῦντες Αἰγινήταις ὡς συνηργηκόσι Λακεδαιμονίοις ἀνέστησαν αὐτοὺς ἐκ τῆς πόλεως, ἐκ δὲ τῶν πολιτῶν οἰκήτορας ἐκπέμψαντες κατεκληρούχησαν τήν τε Αἴγιναν καὶ τὴν χώραν.
また、アテナイ人はアイギナ人がラケダイモン人に協力したと非難して、彼らをその市から追放し、市民の中から入植者を送り出してアイギナとその土地を分配した。
§12.44.3Λακεδαιμόνιοι δὲ τοῖς ἐκπεπτωκόσιν Αἰγινήταις ἔδωκαν οἰκεῖν τὰς καλουμένας Θυρέας διὰ τὸ καὶ τοὺς Ἀθηναίους δεδωκέναι τοῖς ἐκ Μεσσήνης ἐκβληθεῖσι κατοικεῖν Ναύπακτον.
ラケダイモン人は、追放されたアイギナ人たちに、アテナイ人もまたメッセネから追放された人々に対してナウパクトスへの居住を認めていたことを理由に、いわゆるテュレアを居住地として与えた。
Ἀθηναῖοι δὲ Περικλέα μετὰ δυνάμεως ἐξέπεμψαν πολεμήσοντα τοῖς Μεγαρεῦσιν.
アテナイ人はペリクレスを軍勢とともにメガラ人と交戦するために派遣した。
οὗτος δὲ πορθήσας τὴν χώραν καὶ τὰς κτήσεις αὐτῶν λυμηνάμενος μετὰ πολλῆς ὠφελείας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
彼はその土地を略奪し、彼らの財産を破壊すると、多大な戦利品を携えてアテナイに帰還した。