Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.43.1-12.43.5

雅典舰队沿海袭扰与巴西达斯防守梅索内

第 137 段,共 723 段 · 希腊语

内容简介

雅典舰队袭击了伯罗奔尼撒沿海和伊利斯并取得成果,而斯巴达的巴西达斯则通过英勇保卫梅索内赢得了极高名声。

§12.43.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Γεγάνιον καὶ Λούκιον Σέργιον.
在雅典由阿波罗多洛斯担任执政官时,罗马人任命马尔库斯·格加尼乌斯和卢基乌斯·塞尔吉乌斯为执政官。
ἐπὶ δὲ τούτων ὁ τῶν Ἀθηναίων στρατηγὸς οὐ διέλιπε τὴν μὲν χώραν τῶν Πελοποννησίων λεηλατῶν καὶ καταφθείρων, τὰ δὲ φρούρια πολιορκῶν·
在这些人的任期内,雅典人的将军片刻不停地掠夺和摧毁伯罗奔尼撒人的土地,并包围他们的要塞。
προσγενομένων δὲ αὐτῷ πεντήκοντα τριήρων ἐκ τῆς Κερκύρας, πολὺ μᾶλλον ἐπόρθει τὴν Πελοποννησίων χώραν, καὶ μάλιστα τῆς παραθαλαττίου τὴν καλουμένην Ἀκτὴν ἐδῄου καὶ τὰς ἐπαύλεις ἐνεπύριζε.
在得到来自科孚的五十艘三段击船的增援后,他更加剧烈地劫掠伯罗奔尼撒人的领土,尤其是摧毁了被称为阿克特的沿海地区,并烧毁了农舍。
§12.43.2μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ Μεθώνην τῆς Λακωνικῆς, τήν τε χώραν κατέσυρε καὶ τῇ πόλει προσβολὰς ἐποιεῖτο.
随后,他航行前往拉科尼亚的梅索内,蹂躏了该地并对该城发起进攻。
ἔνθα δὴ Βρασίδας ὁ Σπαρτιάτης, νέος μὲν ὢν τὴν ἡλικίαν, ἀλκῇ δὲ καὶ ἀνδρείᾳ διαφέρων, ὁρῶν τὴν Μεθώνην κινδυνεύουσαν ἐκ βίας ἁλῶναι, παραλαβών τινας τῶν Σπαρτιατῶν διὰ μέσου τῶν πολεμίων ἐσκεδασμένων ἐτόλμησε διεκπερᾶσαι, καὶ πολλοὺς ἀνελὼν παρεισέπεσεν εἰς τὸ χωρίον.
就在那时,斯巴达人巴西达斯——他虽然年纪尚轻,但在力量和勇气上出类拔萃——看到梅索内面临被武力攻占的危险,便带领一些斯巴达人,敢于从分散的敌军中间突破,并在杀伤多人后冲入了该地。
§12.43.3γενομένης δὲ πολιορκίας, καὶ τοῦ Βρασίδου λαμπρότατα κινδυνεύσαντος, Ἀθηναῖοι μὲν οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν ἀπεχώρησαν πρὸς τὰς ναῦς, Βρασίδας δὲ διασεσωκὼς τὴν Μεθώνην διὰ τῆς ἰδίας ἀρετῆς καὶ ἀνδρείας ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Σπαρτιάταις.
围城战展开,巴西达斯以极壮烈的方式冒着危险战斗,雅典人由于无法攻克该地而退回船上;而巴西达斯因凭借自身的才干和勇气拯救了梅索内,在斯巴达人中赢得了极高的赞许。
διὰ δὲ τὴν ἀνδραγαθίαν ταύτην φρονηματισθείς, πολλάκις ἐν τοῖς ὕστερον χρόνοις παραβόλως ἀγωνιζόμενος μεγάλην δόξαν ἀνδρείας ἀπηνέγκατο.
由于这次英勇行为而备受鼓舞,他在随后的时期里经常冒险战斗,赢得了极高的勇敢名声。
§12.43.4Ἀθηναῖοι δὲ περιπλεύσαντες εἰς τὴν Ἠλείαν τήν τε χώραν ἐπόρθουν καὶ Φειὰν χωρίον Ἠλείων ἐπολιόρκουν.
雅典人绕航至伊利斯,劫掠了该地,并包围了伊利斯人的要塞菲亚。
ἐκβοηθησάντων δὲ τῶν Ἠλείων, μάχῃ τε ἐνίκησαν καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων εἷλον τὰς Φειὰς κατὰ κράτος.
在伊利斯人出兵救援时,雅典人击败了他们,并在杀死许多敌人后,以武力攻占了菲亚。
§12.43.5μετὰ δὲ ταῦτα τῶν Ἠλείων πανδημεὶ παραταξαμένων ἀπεκρούσθησαν εἰς τὰς ναῦς· εἶτʼ ἀποπλεύσαντες εἰς τὴν Κεφαλληνίαν, καὶ τοὺς ταύτην κατοικοῦντας εἰς τὴν συμμαχίαν προσαγαγόμενοι, τὸν εἰς τὰς Ἀθήνας πλοῦν ἐποιήσαντο.
随后,当伊利斯人全员列阵迎战时,雅典人被击退回船上;接着,他们航行至凯法利尼亚,拉拢当地居民加入同盟,然后启程返回雅典。

词汇与语法注释

  1. §12.43.1οὐ διέλιπε ... λεηλατῶν — 动词 `διαλείπω` 与否定词 `οὐ` 连用,并搭配现在分词(此处为 `λεηλατῶν`, `καταφθείρων`, `πολιορκῶν`),构成惯用表达,意为“不停地做某事”或“持续不断地做某事”。
  2. §12.43.1τῆς παραθαλαττίου τὴν καλουμένην Ἀκτὴν — `τῆς παραθαλαττίου` 为阴性单数属格(省略了 `χώρας`),用作 `τὴν καλουμένην Ἀκτὴν` 的部分属格,意为“沿海地区中被称为阿克特的部分”。
  3. §12.43.2νέος μὲν ὢν τὴν ἡλικίαν — `τὴν ἡλικίαν` 是关系宾格(或限定宾格),修饰形容词 `νέος`,意为“在年龄方面年轻”。
  4. §12.43.2κινδυνεύουσαν ἐκ βίας ἁλῶναι — 分词 `κινδυνεύουσαν`(作 `ὁρῶν` 的宾语)带有具有被动意义的无定过去时不定式 `ἁλῶναι`(动词 `ἁλίσκομαι` 的无定过去时),意为“面临着被武力攻占的危险”。
  5. §12.43.3γενομένης δὲ πολιορκίας — 两个属格绝对结构(`γενομένης ... πολιορκίας` 和 `τοῦ Βρασίδου ... κινδυνεύσαντος`)通过 `καί` 连接,共同交代了与主句动作同时发生的环境背景。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.43.1-12.43.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.43.1-12.43.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。