Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.38.1-12.38.4

伯里克利侵吞公款与战争起因

第 132 段,共 723 段 · 希腊语

内容简介

本章节讨论了伯罗奔尼撒战争的爆发及其原因,重点讲述了伯里克利因私自挥霍德洛斯同盟的资金而面临审计危机,并根据阿尔西比亚德斯的建议,企图通过策划战争来逃避审计。

§12.38.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐθυδήμου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων τρεῖς χιλιάρχους κατέστησαν, Μάνιον Αἰμιλιανὸν Μάμερκον, Γάιον Ἰούλιον, Λεύκιον Κοΐντιον.
在雅典由欧迪莫斯担任执政官时,罗马人任命了三位军事执政官来代替执政官,即马尼乌斯·埃米利乌斯·马梅尔库斯、盖乌斯·尤利乌斯和卢基乌斯·科因蒂乌斯。
ἐπὶ δὲ τούτων Ἀθηναίοις καὶ Λακεδαιμονίοις ἐνέστη πόλεμος ὁ κληθεὶς Πελοποννησιακός, μακρότατος τῶν ἱστορημένων πολέμων.
在他们任职期间,雅典人与拉刻代蒙人之间爆发了被称为伯罗奔尼撒战争的战争,这是有史记载以来最漫长的战争。
ἀναγκαῖον δʼ ἐστὶ καὶ τῆς ὑποκειμένης ἱστορίας οἰκεῖον προεκθέσθαι τὰς αἰτίας αὐτοῦ.
因此,作为与当前所著历史相契合的内容,有必要预先陈述这场战争的原因。
§12.38.2Ἀθηναῖοι τῆς κατὰ θάλατταν ἡγεμονίας ἀντεχόμενοι τὰ ἐν Δήλῳ κοινῇ συνηγμένα χρήματα, τάλαντα σχεδὸν ὀκτακισχίλια, μετήνεγκαν εἰς τὰς Ἀθήνας καὶ παρέδωκαν φυλάττειν Περικλεῖ.
雅典人为了维持海上霸权,将共同聚集在德洛斯岛的资金(将近八千塔兰同)转移到雅典,并交由伯里克利保管。
οὗτος δʼ ἦν εὐγενείᾳ καὶ δόξῃ καὶ λόγου δεινότητι πολὺ προέχων τῶν πολιτῶν.
伯里克利在出身、名望和雄辩能力方面都远超其他公民。
μετὰ δέ τινα χρόνον ἀνηλωκὼς ἀπʼ αὐτῶν ἰδίᾳ πλῆθος ἱκανὸν χρημάτων καὶ λόγον ἀπαιτούμενος εἰς ἀρρωστίαν ἐνέπεσεν, οὐ δυνάμενος τῶν πεπιστευμένων ἀποδοῦναι τὸν ἀπολογισμόν.
然而,一段时间之后,他私自挥霍了其中相当大的一笔资金,在被要求交出账目时,他陷入了因焦虑而引起的疾病,因为他无法交出受托资金的审计报告。
§12.38.3ἀδημονοῦντος δʼ αὐτοῦ περὶ τούτων, Ἀλκιβιάδης ὁ ἀδελφιδοῦς, ὀρφανὸς ὤν, τρεφόμενος παρʼ αὐτῷ, παῖς ὢν τὴν ἡλικίαν, ἀφορμὴν αὐτῷ παρέσχετο τῆς περὶ τῶν χρημάτων ἀπολογίας.
当他为此焦虑不安时,他的外甥阿尔西比亚德斯——一个由他抚养的长辈已逝的孤儿,当时年龄尚小——为他提供了关于资金审计辩护的契机。
θεωρῶν γὰρ τὸν θεῖον λυπούμενον ἐπηρώτησε τὴν αἰτίαν τῆς λύπης.
阿尔西比亚德斯看到舅舅面带忧色,便询问忧虑的原因。
τοῦ δὲ Περικλέους εἰπόντος, ὅτι τὴν περὶ τῶν χρημάτων ἀπολογίαν αἰτούμενος ζητῶ πῶς ἂν δυναίμην ἀποδοῦναι τὸν περὶ τούτων λόγον τοῖς πολίταις, ὁ Ἀλκιβιάδης ἔφησε δεῖν αὐτὸν ζητεῖν μὴ πῶς ἀποδῷ τὸν λόγον, ἀλλὰ πῶς μὴ ἀποδῷ.
伯里克利说:“因为我被要求交出资金的账目,我正在思索如何才能向公民们交代这笔账目。 ”阿尔西比亚德斯则回答说,他应该寻找的不是如何交出账目,而是如何不交出账目。
§12.38.4διόπερ Περικλῆς ἀποδεξάμενος τὴν τοῦ παιδὸς ἀπόφασιν ἐζήτει, διʼ οὗ τρόπου τοὺς Ἀθηναίους δύναιτʼ ἂν ἐμβαλεῖν εἰς μέγαν πόλεμον· οὕτω γὰρ μάλιστα ὑπελάμβανε διὰ τὴν ταραχὴν καὶ τοὺς τῆς πόλεως περισπασμοὺς καὶ φόβους ἐκφεύξεσθαι τὸν ἀκριβῆ λόγον τῶν χρημάτων.
因此,伯里克利采纳了这名男孩的建议,开始寻找用什么方法能够将雅典人卷入一场大战;因为他认为,只有这样,由于混乱、城邦的纷扰和恐惧,他才能逃避对资金的精确审计。
πρὸς δὲ ταύτην τὴν ἀφορμὴν συνέβαινεν αὐτῷ καὶ ταὐτόματον διὰ τοιαύτας αἰτίας.
而在这一契机上,由于以下原因,偶然的因素也正好促成了他的意图。

词汇与语法注释

  1. 12.38.1οἰκεῖον — 作表语性功能,作为不定式 προεκθέσθαι 的补语,支配属格 τῆς ὑποκειμένης ἱστορίας(“当前的史书”),意为“作为与当前历史叙述相契合的内容”。
  2. 12.38.2φυλάττειν — 表目的的不定式(说明性不定式),紧随动词 παρέδωκαν(“交付”)之后,表示目的或任务,即“为了保管/看守”。
  3. 12.38.3τὴν ἡλικίαν — 关系对格(或称限定对格),意为“在年龄方面”或“就年龄而言”,用以限定主格名词 παῖς(“孩子”)的适用范围。
  4. 12.38.3ἀποδῷ — 间接疑问句 πῶς ἀποδῷ 和 πῶς μὴ ἀποδῷ 中的思虑性虚拟语气。尽管主句使用了过去时动词(ἔφησε δεῖν),但此处仍保留了虚拟语气(未转变为祈愿语气),以保持原话语的生动性。
  5. 12.38.4ἐκφεύξεσθαι — 宾格不定式(ACI)结构中的将来时不定式,隶属于动词 ὑπελάμβανε(“他认为”)。其逻辑主语为伯里克利本人,由于与主句主语一致,因而省略了宾格主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.38.1-12.38.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.38.1-12.38.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。