Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.39.1-12.39.5

伯里克利遭指控与麦加拉法令

第 133 段,共 723 段 · 希腊语

内容简介

为了逃避针对自身及盟友的贪污与不敬指控,伯里克利决定将雅典引向战争。他成功说服公民拒绝斯巴达废除麦加拉法令的要求,从而促成了伯罗奔尼撒战争的爆发。

§12.39.1τὸ τῆς Ἀθηνᾶς ἄγαλμα Φειδίας μὲν κατεσκεύαζε, Περικλῆς δὲ ὁ Ξανθίππου καθεσταμένος ἦν ἐπιμελητής.
雅典娜雕像是由菲迪亚斯制作的,而克桑提普斯之子伯里克利则被任命为监督人。
τῶν δὲ συνεργασαμένων τῷ Φειδίᾳ τινὲς διενεχθέντες ὑπὸ τῶν ἐχθρῶν τοῦ Περικλέους ἐκάθισαν ἐπὶ τῶν τῶν θεῶν βωμῶν· διὰ δὲ τὸ παράδοξον προσκαλούμενοι ἔφασαν πολλὰ τῶν ἱερῶν χρημάτων ἔχοντα Φειδίαν δείξειν, ἐπισταμένου καὶ συνεργοῦντος τοῦ ἐπιμελητοῦ Περικλέους.
但是,一些与菲迪亚斯一同工作的人在受到伯里克利政敌的挑唆后,坐在了众神的祭坛上寻求庇护;由于这一异常举动,他们被召集起来质问,他们声称将会证明菲迪亚斯占有了大量神庙资金,而监督人伯里克利对此是知情并协助的。
§12.39.2διόπερ ἐκκλησίας συνελθούσης περὶ τούτων, οἱ μὲν ἐχθροὶ τοῦ Περικλέους ἔπεισαν τὸν δῆμον συλλαβεῖν τὸν Φειδίαν, καὶ αὐτοῦ τοῦ Περικλέους κατηγόρουν ἱεροσυλίαν.
因此,当就此事召开公民大会时,伯里克利的政敌说服民众逮捕了菲迪亚斯,并控告伯里克利本人犯有亵渎神明罪。
πρὸς δὲ τούτοις Ἀναξαγόραν τὸν σοφιστήν, διδάσκαλον ὄντα Περικλέους, ὡς ἀσεβοῦντα εἰς τοὺς θεοὺς ἐσυκοφάντουν· συνέπλεκον δʼ ἐν ταῖς κατηγορίαις καὶ διαβολαῖς τὸν Περικλέα, διὰ τὸν φθόνον σπεύδοντες διαβαλεῖν τὴν τἀνδρὸς ὑπεροχήν τε καὶ δόξαν.
除此之外,他们还诬告伯里克利的老师、智者阿那克萨哥拉对神明不敬;他们在这些指控和诽谤中将伯里克利牵连进去,企图出于嫉妒来诋毁这个人的卓越地位和名望。
§12.39.3ὁ δὲ Περικλῆς, εἰδὼς τὸν δῆμον ἐν μὲν τοῖς πολεμικοῖς ἔργοις θαυμάζοντα τοὺς ἀγαθοὺς ἄνδρας διὰ τὰς κατεπειγούσας χρείας, κατὰ δὲ τὴν εἰρήνην τοὺς αὐτοὺς συκοφαντοῦντα διὰ τὴν σχολὴν καὶ φθόνον, ἔκρινε συμφέρειν αὑτῷ τὴν πόλιν ἐμβαλεῖν εἰς μέγαν πόλεμον, ὅπως χρείαν ἔχουσα τῆς Περικλέους ἀρετῆς καὶ στρατηγίας μὴ προσδέχηται τὰς κατʼ αὐτοῦ διαβολάς, μηδʼ ἔχῃ σχολὴν καὶ χρόνον ἐξετάζειν ἀκριβῶς τὸν περὶ τῶν χρημάτων λόγον.
而伯里克利深知,民众在战争时期会因迫切的需要而敬慕优秀的人物,但在和平时期却会因闲暇和嫉妒而诬告同样的人,因而认定将城邦卷入一场大战对他有利,这样城邦由于需要伯里克利的才能和将领之才,便不会采信针对他的诽谤,也没有闲暇和时间来精确审查关于资金的账目。
§12.39.4ὄντος δὲ ψηφίσματος παρὰ τοῖς Ἀθηναίοις Μεγαρέας εἴργεσθαι τῆς τε ἀγορᾶς καὶ τῶν λιμένων, οἱ Μεγαρεῖς κατέφυγον ἐπὶ τοὺς Σπαρτιάτας.
鉴于雅典人有一项法令,禁止麦加拉人进入市场和港口,麦加拉人便投奔斯巴达人寻求庇护。
οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες τοῖς Μεγαρεῦσιν ἀπέστειλαν πρέσβεις ἐκ τοῦ προφανεστάτου ἀπὸ τῆς τοῦ κοινοῦ συνεδρίου γνώμης προστάττοντες τοῖς Ἀθηναίοις ἀνελεῖν τὸ κατὰ τῶν Μεγαρέων ψήφισμα, μὴ πειθομένων δὲ αὐτῶν ἀπειλοῦντες πολεμήσειν αὐτοῖς μετὰ τῶν συμμάχων.
斯巴达人听信了麦加拉人的诉求,根据盟国会议的决议,极其公开地派出了使节,命令雅典人废除针对麦加拉人的法令,并威胁说,如果他们不服从,就将与盟国一同对他们发动战争。
§12.39.5συναχθείσης οὖν περὶ τούτων ἐκκλησίας, ὁ Περικλῆς, δεινότητι λόγου πολὺ διαφέρων ἁπάντων τῶν πολιτῶν, ἔπεισε τοὺς Ἀθηναίους μὴ ἀναιρεῖν τὸ ψήφισμα, λέγων ἀρχὴν δουλείας εἶναι τὸ πείθεσθαι παρὰ τὸ συμφέρον τοῖς Λακεδαιμονίων προστάγμασι.
于是,就此事召集公民大会后,在辩才上远超所有其他公民的伯里克利说服雅典人不要废除该法令,他声称违背自身利益去顺从斯巴达人的命令是奴役的开始。
συνεβούλευεν οὖν τὰ ἀπὸ τῆς χώρας κατακομίζειν εἰς τὴν πόλιν καὶ θαλαττοκρατοῦντας διαπολεμεῖν τοῖς Σπαρτιάταις.
因此,他建议将乡间的财物运进城内,并凭借海上霸权,与斯巴达人抗战到底。

词汇与语法注释

  1. §12.39.1διενεχθέντες — 动词 διαφέρω 的被动语态分词,意为“被使之对立”或“陷入不和”。在此处指工人们受到伯里克利政敌的唆使,从而与伯里克利或菲迪亚斯产生敌对。
  2. §12.39.1ἔχοντα Φειδίαν δείξειν — 未来时主动不定式 `δείξειν` 的主语为宾格的 `Φειδίαν`,并由分词 `ἔχοντα` 修饰。这构成了表示“证明”之动词的宾语结构,意为“他们将证明菲迪亚斯占有(侵吞)了神庙资金”。
  3. §12.39.3εἰδὼς τὸν δῆμον ... θαυμάζοντα ... συκοφαντοῦντα — 完成时分词 `εἰδώς` 支配宾格主语 `τὸν δῆμον` 以及两个补充性分词 `θαυμάζοντα` 和 `συκοφαντοῦντα`。这一结构表示主语认知的对象:“深知民众在(战争中)敬慕,在(和平中)诬告”。
  4. §12.39.4ὄντος δὲ ψηφίσματος ... Μεγαρέας εἴργεσθαι — `ὄντος... ψηφίσματος` 是属格绝对结构。接下来的宾格加不定式短语 `Μεγαρέας εἴργεσθαι` 阐明了该法令(`ψηφίσματος`)的具体内容(即“麦加拉人应当被排除之外”)。
  5. §12.39.5λέγων ἀρχὴν δουλείας εἶναι τὸ πείθεσθαι — 宾格加不定式结构。冠词性不定式 `τὸ πείθεσθαι` 作为 `εἶναι` 的主语,宾格名词 `ἀρχὴν` 作为其表语,意为“声称顺从(`τὸ πείθεσθαι`)是奴役的开始(`ἀρχὴν δουλείας`)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.39.1-12.39.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.39.1-12.39.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。