Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.30.1-12.30.6

叙拉古扩军与科尔库拉科林斯战争爆发

第 124 段,共 723 段 · 希腊语

内容简介

叙拉古人扩充军备企图征服整个西西里;与此同时,希腊因埃皮达姆诺斯的内乱爆发了科尔库拉与科林斯之间的冲突。在罗马,罗马人在与沃尔斯奇人的会战中大获全胜。

§12.30.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Γλαυκίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Ἀγρίππαν Φούριον.
在雅典由格劳基德斯担任执政官时,罗马人任命提图斯·昆克蒂乌斯和阿格里帕·富里乌斯为执政官。
ἐπὶ δὲ τούτων Συρακόσιοι διὰ τὰς προειρημένας εὐημερίας ἑκατὸν μὲν τριήρεις ἐναυπηγήσαντο, τὸν δὲ τῶν ἱππέων ἀριθμὸν ἐποίησαν διπλάσιον· ἐπεμελήθησαν δὲ καὶ τῆς πεζῆς δυνάμεως, καὶ χρημάτων παρασκευὰς ἐποιοῦντο, φόρους ἁδροτέρους τοῖς ὑποτεταγμένοις Σικελοῖς ἐπιτιθέντες.
在他们任职期间,叙拉古人由于前述的成功,建造了一百艘三段桨船,并将骑兵的数量增加了一倍;他们还整顿了步兵力量,并筹备资金,向臣服的西克尔人征收更沉重的贡赋。
ταῦτα δʼ ἔπραττον διανοούμενοι πᾶσαν Σικελίαν ἐκ τοῦ κατʼ ὀλίγον κατακτήσασθαι.
他们这样做,意图是逐步征服整个西西里。
§12.30.2ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα συνέβη τὸν Κορινθιακὸν κληθέντα πόλεμον ἀρχὴν λαβεῖν διὰ τοιαύτας τινὰς αἰτίας.
在这些事情进行的同时,在希腊,所谓的科林斯战争由于以下原因而爆发。
Ἐπιδάμνιοι κατοικοῦντες περὶ τὸν Ἀδρίαν, ἄποικοι δʼ ὑπάρχοντες Κερκυραίων καὶ Κορινθίων, ἐστασίασαν πρὸς ἀλλήλους.
居住在亚得里亚海沿岸、作为科尔库拉人和科林斯人殖民者的埃皮达姆诺斯人,彼此发生了内讧。
τῆς δʼ ἐπικρατούσης μερίδος φυγαδευούσης πολλοὺς τῶν ἀντιπραττόντων, οἱ φυγάδες ἀθροισθέντες καὶ παραλαβόντες τοὺς Ἰλλυριοὺς ἔπλευσαν κοινῇ μετʼ αὐτῶν ἐπὶ τὴν Ἐπίδαμνον.
由于占优势的派系驱逐了许多反对者,流亡者集结起来,并拉拢了伊利里亚人,与他们一同乘船前往埃皮达姆诺斯。
§12.30.3στρατευσάντων δὲ τῶν βαρβάρων πολλῇ δυνάμει, καὶ τὴν μὲν χώραν κατασχόντων, τὴν δὲ πόλιν πολιορκούντων, οἱ μὲν Ἐπιδάμνιοι, καθʼ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι, πρέσβεις ἔπεμψαν εἰς Κέρκυραν, ἀξιοῦντες τοὺς Κερκυραίους συγγενεῖς ὄντας βοηθῆσαι.
当蛮族以大军进行远征、占领了该国领土并包围该城时,埃皮达姆诺斯人因凭自身力量不足以抗敌,便向科尔库拉派遣使节,请求作为同族的科尔库拉人给予援助。
οὐ προσεχόντων δʼ αὐτῶν, ἐπρεσβεύσαντο πρὸς Κορινθίους περὶ συμμαχίας, καὶ μόνην ἐκείνην ἐποιήσαντο μητρόπολιν· ἅμα δὲ καὶ συνοίκους ᾐτοῦντο.
由于对方不予理睬,他们又向科林斯人派遣使节寻求同盟,并仅将该城立为自己的母邦;同时,他们还请求派遣共同定居者。
§12.30.4οἱ δὲ Κορίνθιοι τοὺς μὲν Ἐπιδαμνίους ἐλεοῦντες, τοὺς δὲ Κερκυραίους μισοῦντες διὰ τὸ μόνους τῶν ἀποίκων μὴ πέμπειν τὰ κατειθισμένα ἱερεῖα τῇ μητροπόλει, ἔκριναν βοηθεῖν τοῖς Ἐπιδαμνίοις.
科林斯人一方面同情埃皮达姆诺斯人,另一方面由于憎恨科尔库拉人(因为在所有殖民城邦中,唯独他们不向母邦送去惯例的祭品),决定援助埃皮达姆诺斯人。
διόπερ ἀποίκους τε ἐξέπεμψαν εἰς τὴν Ἐπίδαμνον καὶ στρατιώτας ἱκανοὺς φρουρῆσαι τὴν πόλιν.
因此,他们向埃皮达姆诺斯派遣了殖民者,以及足以卫戍该城的士兵。
§12.30.5ἐπὶ δὲ τούτοις οἱ Κερκυραῖοι παροξυνθέντες ἀπέστειλαν πεντήκοντα τριήρεις καὶ στρατηγὸν ἐπʼ αὐτῶν.
对此感到愤怒的科尔库拉人派遣了五十艘三段桨船及一名统帅。
οὗτος δὲ προσπλεύσας τῇ πόλει προσέταττε τοὺς μὲν φυγάδας καταδέχεσθαι· ἐπὶ δὲ τοὺς φρουροὺς Κορινθίους πρέσβεις ἀπέστειλαν ἀξιοῦντες δικαστηρίῳ κριθῆναι περὶ τῆς ἀποικίας, μὴ πολέμῳ.
该统帅驶向该城,命令他们接纳流亡者;同时他们向科林斯的守军派遣了使节,要求就殖民地问题通过法庭审判而非战争来解决。
τῶν δὲ Κορινθίων οὐ προσεχόντων αὐτοῖς, συγκατέβησαν εἰς πόλεμον ἀμφότεροι, καὶ ναυτικὰς δυνάμεις ἀξιολόγους κατεσκεύαζον καὶ συμμάχους προσελαμβάνοντο.
由于科林斯人不予理睬,双方共同陷入了战争,并各自整顿了相当规模的海军力量、招募盟友。
ὁ μὲν οὖν Κορινθιακὸς ὀνομασθεὶς πόλεμος συνέστη διὰ τὰς προειρημένας αἰτίας.
因此,被称为科林斯战争的这场冲突正是由于上述原因而爆发的。
§12.30.6Ῥωμαῖοι δὲ πρὸς Οὐολούσκους διαπολεμοῦντες τὸ μὲν πρῶτον ἀκροβολισμοὺς καὶ μικρὰς μάχας συνετέλουν, μετὰ δὲ ταῦτα παρατάξει μεγάλῃ νικήσαντες τοὺς πλείους τῶν πολεμίων κατέκοψαν.
另一方面,罗马人与沃尔斯奇人持续交战,起初进行了几次遭遇战和小型战斗,但此后在一场大规模会战中获胜,斩杀了大部分敌军。

词汇与语法注释

  1. §12.30.1ἐκ τοῦ κατʼ ὀλίγον — 介词 ἐκ 与带冠词 τοῦ 的介词短语 κατʼ ὀλίγον(意为“一点点地”)相结合的副词性表达,意为“逐渐地”或“循序渐进地”。
  2. §12.30.3μόνην ἐκείνην ἐποιήσαντο μητρόπολιν — 双宾格结构,以 ἐκείνην(指科林斯)为直接宾语,μητρόπολιν(母邦)为谓语性宾格。形容词 μόνην 与 ἐκείνην 呈谓语性修饰关系,意为“他们仅将该城立为自己的母邦”。
  3. §12.30.4διὰ τὸ μόνους τῶν ἀποίκων μὴ πέμπειν — 介词 διά 与带冠词不定式 τὸ μὴ πέμπειν(不派遣)相结合的结构。对格 μόνους 是该不定式的逻辑主语,属格 τῶν ἀποίκων 是修饰 μόνους 的部分属格,意为“在所有殖民者中唯独他们不……”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.30.1-12.30.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.30.1-12.30.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。