§12.29.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Μυριχίδου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Ἰούλιον καὶ Μάρκον Γεγάνιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα πέμπτην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα Κρίσων Ἱμεραῖος τὸ δεύτερον.
在雅典由米里希德斯担任执政官时,罗马人任命卢基乌斯·尤利乌斯和马尔库斯·格加尼乌斯为执政官,埃利斯人举办了第八十五届奥林匹克运动会,在这届运动会上,希梅拉的克里松第二次获得短跑冠军。
ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν Δουκέτιος μὲν ὁ γεγονὼς τῶν Σικελικῶν πόλεων ἡγεμὼν τὴν τῶν Καλακτίνων πατρίδα κατέστησε, καὶ πολλοὺς εἰς αὐτὴν οἰκίζων οἰκήτορας ἀντεποιήσατο μὲν τῆς τῶν Σικελῶν ἡγεμονίας, μεσολαβηθεὶς δὲ νόσῳ τὸν βίον κατέστρεψε.
在他们任职期间,在西西里,曾任西克尔人城邦领袖的杜凯提乌斯建立了卡拉克特人的家园,并在其中安置了许多定居者,企图夺取西克尔人的霸权,但他因生病中途受阻而结束了生命。
§12.29.2Συρακόσιοι δὲ πάσας τὰς τῶν Σικελῶν πόλεις ὑπηκόους ποιησάμενοι πλὴν τῆς ὀνομαζομένης Τρινακίης, ἔγνωσαν ἐπὶ ταύτην στρατεύειν· σφόδρα γὰρ ὑπώπτευον τοὺς Τρινακίους ἀντιλήψεσθαι τῆς τῶν ὁμοεθνῶν Σικελῶν ἡγεμονίας.
叙拉古人在使除名为特里纳基埃的城邦之外的所有西克尔人城邦服从自己后,决定对该城发起远征;因为他们强烈怀疑特里纳基埃人会企图争夺同族西克尔人的霸权。
ἡ δὲ πόλις αὕτη πολλοὺς καὶ μεγάλους ἄνδρας εἶχεν, ἀεὶ τὸ πρωτεῖον ἐσχηκυῖα τῶν Σικελικῶν πόλεων· ἦν γὰρ ἡγεμόνων ἡ πόλις αὕτη πλήρης μέγα φρονούντων ἐπʼ ἀνδρείᾳ.
而这座城市拥有许多伟大的男子,在西西里的各城邦中一直占据着首位;因为这座城市充满了在勇敢上抱有高度自豪感的领袖。
§12.29.3διὸ καὶ πάσας τὰς δυνάμεις ἀθροίσαντες ἐκ τῶν Συρακουσῶν καὶ τῶν συμμάχων πόλεων ἐστράτευσαν ἐπʼ αὐτήν.
因此,他们集结了来自叙拉古及其盟友城邦的所有兵力,对该城发起了进攻。
οἱ δὲ Τρινάκιοι συμμάχων μὲν ἦσαν ἔρημοι διὰ τὸ τὰς ἄλλας πόλεις ὑπακούειν Συρακοσίοις, μέγαν δʼ ἀγῶνα συνεστήσαντο.
而特里纳基埃人由于其他城邦均服从叙拉古人,因而缺乏盟友,但他们展开了一场伟大的斗争。
ἐκθύμως γὰρ ἐγκαρτεροῦντες τοῖς δεινοῖς καὶ πολλοὺς ἀνελόντες, ἡρωικῶς μαχόμενοι πάντες κατέστρεψαν τὸν βίον.
因为他们毫不气馁地坚守在危险之中并消灭了许多敌人,最终所有人都在英勇战斗中结束了生命。
§12.29.4ὁμοίως δὲ καὶ τῶν πρεσβυτέρων οἱ πλείους ἑαυτοὺς ἐκ τοῦ ζῆν μετέστησαν, οὐχ ὑπομείναντες τὰς ἐκ τῆς ἁλώσεως ὕβρεις.
同样地,大多数年长者也自行了结了生命,不愿忍受因城破而带来的侮辱。
οἱ δὲ Συρακόσιοι τοὺς πρότερον ἀηττήτους γεγονότας νικήσαντες ἐπιφανῶς, τὴν μὲν πόλιν ἐξανδραποδισάμενοι κατέσκαψαν, τῶν δὲ λαφύρων τὰ κράτιστα ἀπέστειλαν εἰς Δελφοὺς χαριστήρια τῷ θεῷ.
叙拉古人在显赫地战胜了此前从未战败的人们之后,将该城的居民卖为奴隶并拆毁了城市,又将战利品中最优质的部分送往德尔斐,作为向神表达谢意的祭品。