Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.30.1-12.30.6

シュラクサイの軍備増強とケルキュラ・コリントス戦争

124 / 723 箇所 · ギリシア語

要旨

シュラクサイ人が軍備を増強してシケリア全土の支配を計画する一方で、ギリシアではエピダムノスの内紛からケルキュラとコリントスの間で戦争が勃発し、ローマではウォルスキ人との会戦でローマ軍が勝利する。

§12.30.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Γλαυκίδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Κοΐντιον καὶ Ἀγρίππαν Φούριον. ἐπὶ δὲ τούτων Συρακόσιοι διὰ τὰς προειρημένας εὐημερίας ἑκατὸν μὲν τριήρεις ἐναυπηγήσαντο, τὸν δὲ τῶν ἱππέων ἀριθμὸν ἐποίησαν διπλάσιον· ἐπεμελήθησαν δὲ καὶ τῆς πεζῆς δυνάμεως, καὶ χρημάτων παρασκευὰς ἐποιοῦντο, φόρους ἁδροτέρους τοῖς ὑποτεταγμένοις Σικελοῖς ἐπιτιθέντες. ταῦτα δʼ ἔπραττον διανοούμενοι πᾶσαν Σικελίαν ἐκ τοῦ κατʼ ὀλίγον κατακτήσασθαι. §12.30.2ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἑλλάδα συνέβη τὸν Κορινθιακὸν κληθέντα πόλεμον ἀρχὴν λαβεῖν διὰ τοιαύτας τινὰς αἰτίας. Ἐπιδάμνιοι κατοικοῦντες περὶ τὸν Ἀδρίαν, ἄποικοι δʼ ὑπάρχοντες Κερκυραίων καὶ Κορινθίων, ἐστασίασαν πρὸς ἀλλήλους. τῆς δʼ ἐπικρατούσης μερίδος φυγαδευούσης πολλοὺς τῶν ἀντιπραττόντων, οἱ φυγάδες ἀθροισθέντες καὶ παραλαβόντες τοὺς Ἰλλυριοὺς ἔπλευσαν κοινῇ μετʼ αὐτῶν ἐπὶ τὴν Ἐπίδαμνον. §12.30.3στρατευσάντων δὲ τῶν βαρβάρων πολλῇ δυνάμει, καὶ τὴν μὲν χώραν κατασχόντων, τὴν δὲ πόλιν πολιορκούντων, οἱ μὲν Ἐπιδάμνιοι, καθʼ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι, πρέσβεις ἔπεμψαν εἰς Κέρκυραν, ἀξιοῦντες τοὺς Κερκυραίους συγγενεῖς ὄντας βοηθῆσαι. οὐ προσεχόντων δʼ αὐτῶν, ἐπρεσβεύσαντο πρὸς Κορινθίους περὶ συμμαχίας, καὶ μόνην ἐκείνην ἐποιήσαντο μητρόπολιν· ἅμα δὲ καὶ συνοίκους ᾐτοῦντο. §12.30.4οἱ δὲ Κορίνθιοι τοὺς μὲν Ἐπιδαμνίους ἐλεοῦντες, τοὺς δὲ Κερκυραίους μισοῦντες διὰ τὸ μόνους τῶν ἀποίκων μὴ πέμπειν τὰ κατειθισμένα ἱερεῖα τῇ μητροπόλει, ἔκριναν βοηθεῖν τοῖς Ἐπιδαμνίοις. διόπερ ἀποίκους τε ἐξέπεμψαν εἰς τὴν Ἐπίδαμνον καὶ στρατιώτας ἱκανοὺς φρουρῆσαι τὴν πόλιν. §12.30.5ἐπὶ δὲ τούτοις οἱ Κερκυραῖοι παροξυνθέντες ἀπέστειλαν πεντήκοντα τριήρεις καὶ στρατηγὸν ἐπʼ αὐτῶν. οὗτος δὲ προσπλεύσας τῇ πόλει προσέταττε τοὺς μὲν φυγάδας καταδέχεσθαι· ἐπὶ δὲ τοὺς φρουροὺς Κορινθίους πρέσβεις ἀπέστειλαν ἀξιοῦντες δικαστηρίῳ κριθῆναι περὶ τῆς ἀποικίας, μὴ πολέμῳ. τῶν δὲ Κορινθίων οὐ προσεχόντων αὐτοῖς, συγκατέβησαν εἰς πόλεμον ἀμφότεροι, καὶ ναυτικὰς δυνάμεις ἀξιολόγους κατεσκεύαζον καὶ συμμάχους προσελαμβάνοντο. ὁ μὲν οὖν Κορινθιακὸς ὀνομασθεὶς πόλεμος συνέστη διὰ τὰς προειρημένας αἰτίας. §12.30.6Ῥωμαῖοι δὲ πρὸς Οὐολούσκους διαπολεμοῦντες τὸ μὲν πρῶτον ἀκροβολισμοὺς καὶ μικρὰς μάχας συνετέλουν, μετὰ δὲ ταῦτα παρατάξει μεγάλῃ νικήσαντες τοὺς πλείους τῶν πολεμίων κατέκοψαν.
アテナイでグラウキデスが執政官であった時、ローマ人はティトゥス・クィンクティウスとアグリッパ・フリウスを執政官に任命した。彼らの任期中、シュラクサイ人は前述の成功によって、100隻の三段櫂船を建造し、騎兵の数を2倍に増やした。彼らはまた歩兵部隊にも意を配り、服属するシケル人に、より重い貢納を課して、資金の準備を行った。彼らがこれを行ったのは、シケリア全体を徐々に手に入れようと意図してのことであった。これらのことが行われている間に、ギリシアでは、いわゆるコリントス戦争と呼ばれる戦争が、次のような原因から始まることとなった。アドリア海沿岸に居住し、ケルキュラ人とコリントス人の植民者であったエピダムノス人が、互いに内紛を起こした。優勢な一派が反対派の多くを追放すると、追放された者たちは集結し、イリュリア人を引き入れて、彼らとともにエピダムノスに向けて船で進んだ。異民族が大軍を率いて遠征し、領土を占領して都市を包囲すると、エピダムノス人は自分たちだけでは立ち向かう力がなかったため、ケルキュラに遣使し、同族であるケルキュラ人に援助を求めた。彼らが耳を貸さなかったため、コリントス人に使節を送って同盟を求め、コリントスだけを唯一の母都市とした。同時に、共同の入植者も求めた。コリントス人は、エピダムノス人を憐れむ一方で、ケルキュラ人を憎んでいた(植民都市の中で彼らだけが、慣例となっている生贄を母都市に送らなかったためである)。そこで、エピダムノス人を援助することに決めた。そのため、彼らはエピダムノスに植民者を送り出し、都市を警備するのに十分な兵士を派遣した。これに激怒したケルキュラ人は、50隻の三段櫂船と、それらを率いる将軍を派遣した。この将軍は都市に船を寄せ、追放された者たちを受け入れるよう命じた。また、彼らはコリントス人の守備隊に使節を送り、植民地に関する争いを戦争ではなく裁判によって解決することを求めた。しかしコリントス人がこれに耳を貸さなかったため、双方は戦争に突入し、それぞれ注目すべき海軍力を整え、同盟国を募った。こうして、コリントス戦争と呼ばれる戦争が、前述の原因によって始まった。一方、ローマ人はウォルスキ人と戦争を続け、最初は小競り合いや小規模な戦闘を行っていたが、その後、大規模な会戦で勝利を収め、敵の大部分を掃討した。

語釈・文法注

  1. §12.30.1ἐκ τοῦ κατʼ ὀλίγον — 前置詞 ἐκ と、前置詞句 κατʼ ὀλίγον(「少しずつ」)に冠詞 τοῦ がついたものが組み合わさった副詞的表現で、「徐々に」「段階的に」を意味する。
  2. §12.30.3μόνην ἐκείνην ἐποιήσαντο μητρόπολιν — ἐκείνην(それ、すなわちコリントス)を直接目的語、μητρόπολιν(母市)を述語対格とする二重対格構文。形容詞 μόνην は述語的に ἐκείνην に係り、「それ(コリントス)だけを母市とした」という意味を表す。
  3. §12.30.4διὰ τὸ μόνους τῶν ἀποίκων μὴ πέμπειν — 前置詞 διά と冠詞付き不定詞(動名詞)τὸ μὴ πέμπειν(送らないこと)の組み合わせ。対格 μόνους は不定詞の意味上の主語であり、属格 τῶν ἀποίκων は μόνους に係る部分属格(「植民者たちのうちで彼らだけが」)。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.30.1-12.30.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.30.1-12.30.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。