§12.3.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐθυδήμου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Λεύκιον Κοΐντιον Κικιννᾶτον καὶ Μάρκον Φάβιον Οὐιβουλανόν.
在埃乌蒂德莫斯任雅典执政官期间,罗马人任命卢基乌斯·昆克蒂乌斯·辛辛纳图斯和马尔库斯·法比乌斯·维布拉努斯为执政官。
ἐπὶ δὲ τούτων Ἀθηναῖοι διαπεπολεμηκότες ὑπὲρ Αἰγυπτίων πρὸς Πέρσας, καὶ τὰς ναῦς ἁπάσας ἀπολωλεκότες ἐν τῇ λεγομένῃ Προσωπίτιδι νήσῳ, βραχὺν χρόνον διαλιπόντες ἔγνωσαν πάλιν πολεμεῖν τοῖς Πέρσαις ὑπὲρ τῶν κατὰ τὴν Ἀσίαν Ἑλλήνων.
在他们任期内,雅典人为了埃及人与波斯人作战,并在所谓的普罗索皮蒂斯岛上失去了所有船只。 在经过短暂的停息后,他们决定为了亚洲的希腊人再次与波斯人开战。
καταρτίσαντες δὲ στόλον τριήρων διακοσίων, καὶ στρατηγὸν ἑλόμενοι Κίμωνα τὸν Μιλτιάδου, προσέταξαν πλεῖν ἐπὶ Κύπρον καὶ διαπολεμεῖν τοῖς Πέρσαις.
他们整备了一支由两百艘三段铎船组成的舰队,并推选米尔蒂亚德之子基蒙为将军,命令他驶往塞浦路斯,与波斯人决战。
§12.3.2ὁ δὲ Κίμων ἀναλαβὼν τὸν στόλον κεκοσμημένον ἀνδρῶν τε ἀρεταῖς καὶ χορηγίαις δαψιλέσιν ἔπλευσεν εἰς τὴν Κύπρον.
基蒙带着这支凭借士兵的勇猛和充足的物资整备起来的舰队,驶向塞浦路斯。
κατʼ ἐκείνους δὲ τοὺς καιροὺς τῶν Περσικῶν δυνάμεων ἐστρατήγουν Ἀρτάβαζος καὶ Μεγάβυζος.
当时,波斯军队由阿尔塔巴佐斯和梅加比佐斯统帅。
Ἀρτάβαζος μὲν τὴν ἡγεμονίαν ἔχων ἐν τῇ Κύπρῳ διέτριβεν, ἔχων τριήρεις τριακοσίας, Μεγάβυζος δὲ περὶ τὴν Κιλικίαν ἐστρατοπέδευε, πεζὰς ἔχων δυνάμεις, ὧν ὁ ἀριθμὸς ἦν τριάκοντα μυριάδων.
阿尔塔巴佐斯掌握指挥权留守塞浦路斯,拥有三百艘三段铎船;而梅加比佐斯在基里基亚附近驻扎,拥有多达三十万人的步兵部队。
§12.3.3ὁ δὲ Κίμων καταπλεύσας εἰς τὴν Κύπρον καὶ θαλαττοκρατῶν Κίτιον μὲν καὶ Μάριον ἐξεπολιόρκησε, καὶ τοῖς κρατηθεῖσι φιλανθρώπως προσηνέχθη.
基蒙抵达塞浦路斯并掌握制海权后,包围并攻占了基提翁和马里翁,并宽大对待了被征服的人民。
μετὰ δὲ ταῦτα ἐκ Κιλικίας καὶ Φοινίκης προσφερομένων τριήρων τῇ νήσῳ, Κίμων ἐπαναχθεὶς καὶ πόλεμον συγκρούσας πολλὰς μὲν τῶν νεῶν κατέδυσεν, ἑκατὸν δὲ σὺν αὐτοῖς τοῖς ἀνδράσιν εἷλε, τὰς δὲ λοιπὰς μέχρι τῆς Φοινίκης κατεδίωξεν.
此后,当三段铎船从基里基亚和腓尼基逼近该岛时,基蒙出海迎战,击沉了许多敌船,连同船员捕获了一百艘,并将残余的敌船一直追击到腓尼基。
§12.3.4οἱ μὲν οὖν Πέρσαι ταῖς ὑπολειφθείσαις ναυσὶ κατέφυγον εἰς τὴν γῆν, καθʼ ὃν τόπον ἦν Μεγάβυζος ἐστρατοπεδευκὼς μετὰ τῆς πεζῆς δυνάμεως·
于是,波斯人带着残存的船只逃往陆地,即梅加比佐斯率领步兵部队驻扎的地方。
οἱ δὲ Ἀθηναῖοι προσπλεύσαντες καὶ τοὺς στρατιώτας ἐκβιβάσαντες συνῆψαν μάχην, καθʼ ἣν Ἀναξικράτης μὲν ὁ ἕτερος τῶν στρατηγῶν λαμπρῶς ἀγωνισάμενος ἡρωικῶς κατέστρεψε τὸν βίον, οἱ δὲ ἄλλοι κρατήσαντες τῇ μάχῃ καὶ πολλοὺς ἀνελόντες ἐπανῆλθον εἰς τὰς ναῦς.
雅典人驾船靠近并让士兵登陆,展开了一场战斗。 在这场战斗中,两位将军之一的阿纳克西克拉特斯英勇奋战,壮烈牺牲,而其余的人则在战斗中取胜,歼灭众多敌军后退回船上。
μετὰ δὲ ταῦτα Ἀθηναῖοι πάλιν ἀπέπλευσαν εἰς τὴν Κύπρον.
此后,雅典人再次驾船返回塞浦路斯。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τὸ πρῶτον ἔτος τοῦ πολέμου.
这些事情便是在战争的第一年里发生的。