Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.4.1-12.4.6

卡里阿斯和约的缔结与基蒙之死

第 98 段,共 723 段 · 希腊语

内容简介

雅典将军基蒙包围了塞浦路斯的萨拉米斯,促使波斯国王阿尔塔薛西斯决心进行和平谈判。最终,雅典与波斯缔结了保障亚洲希腊城市自治等条款的和平条约,而基蒙在塞浦路斯因病去世。

§12.4.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πεδιέως Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον Λακτοῦκαν καὶ Σπόριον Οὐεργίνιον Τρίκοστον.
在佩迪埃乌斯任雅典执政官期间,罗马人任命马尔库斯·瓦莱里乌斯·拉克图卡和斯普里乌斯·维尔吉尼乌斯·特里科斯图斯为执政官。
ἐπὶ δὲ τούτων Κίμων ὁ τῶν Ἀθηναίων στρατηγὸς θαλαττοκρατῶν ἐχειροῦτο τὰς κατὰ τὴν Κύπρον πόλεις.
在他们任期内,雅典人的将军基蒙掌握着制海权,逐步征服塞浦路斯各地的城市。
ἐν δὲ τῇ Σαλαμῖνι Περσικῆς φρουρᾶς οὔσης ἀξιολόγου, καὶ βελῶν καὶ ὅπλων παντοδαπῶν, ἔτι δὲ σίτου καὶ τῆς ἄλλης παρασκευῆς γεμούσης τῆς πόλεως, ἔκρινε συμφέρειν ταύτην ἐκπολιορκῆσαι.
由于在萨拉米斯驻有一支相当规模的波斯守备队,且城内装满了各种投掷武器、军械,以及粮食和其他物资,他认为包围并攻占该城是有利的。
§12.4.2οὕτω γὰρ ὑπελάμβανε μάλιστα τῆς τε Κύπρου πάσης ῥᾳδίως κυριεύσειν καὶ τοὺς Πέρσας καταπλήξεσθαι, βοηθεῖν μὲν τοῖς Σαλαμινίοις μὴ δυναμένους διὰ τὸ θαλαττοκρατεῖν τοὺς Ἀθηναίους, ἐγκαταλιπόντας δὲ τοὺς συμμάχους καταφρονηθήσεσθαι, καθόλου δὲ τὸν ὅλον πόλεμον κριθήσεσθαι τῆς Κύπρου πάσης βίᾳ χειρωθείσης·
因为他料想这样最容易轻易控制整个塞浦路斯,并使波斯人陷入恐慌:由于雅典人掌握着制海权,波斯人无法援助萨拉米斯人,而因抛弃盟友他们将受到蔑视;从大局来看,一旦整个塞浦路斯被武力征服,整个战争就将见分晓。
ὅπερ καὶ συνέβη γενέσθαι.
而事情也确实这样发生了。
§12.4.3οἱ μὲν γὰρ Ἀθηναῖοι συστησάμενοι πολιορκίαν πρὸς τῇ Σαλαμῖνι καθʼ ἡμέραν προσβολὰς ἐποιοῦντο, οἱ δʼ ἐν τῇ πόλει στρατιῶται, ἔχοντες βέλη καὶ παρασκευήν, ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἠμύνοντο τοὺς πολιορκοῦντας.
雅典人对萨拉米斯展开包围,每日发起进攻,而城内的士兵拥有武器和物资,很容易在城墙上击退包围者。
§12.4.4Ἀρταξέρξης δὲ ὁ βασιλεὺς πυθόμενος τὰ περὶ τὴν Κύπρον ἐλαττώματα, καὶ βουλευσάμενος μετὰ τῶν φίλων περὶ τοῦ πολέμου, ἔκρινε συμφέρειν εἰρήνην συνθέσθαι πρὸς τοὺς Ἕλληνας.
国王阿尔塔薛西斯得知在塞浦路斯的失利后,与朋友们商讨了关于战争的事宜,认为与希腊人达成和平是有利的。
ἔγραψε τοίνυν τοῖς περὶ Κύπρον ἡγεμόσι καὶ σατράπαις, ἐφʼ οἷς ἂν δύνωνται συλλύσασθαι πρὸς τοὺς Ἕλληνας.
于是他致信塞浦路斯一带的将领和行省总督,要求他们在力所能及的条件下与希腊人达成和解。
§12.4.5διόπερ οἱ περὶ τὸν Ἀρτάβαζον καὶ Μεγάβυζον ἔπεμψαν εἰς τὰς Ἀθήνας πρεσβευτὰς τοὺς διαλεξομένους περὶ συλλύσεως.
因此,阿尔塔巴佐斯和梅加比佐斯等人派使者前往雅典谈判和解。
ὑπακουσάντων δὲ τῶν Ἀθηναίων καὶ πεμψάντων πρέσβεις αὐτοκράτορας, ὧν ἡγεῖτο Καλλίας ὁ Ἱππονίκου, ἐγένοντο συνθῆκαι περὶ τῆς εἰρήνης τοῖς Ἀθηναίοις καὶ τοῖς συμμάχοις πρὸς τοὺς Πέρσας, ὧν ἐστι τὰ κεφάλαια ταῦτα· αὐτονόμους εἶναι τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ἁπάσας, τοὺς δὲ τῶν Περσῶν σατράπας μὴ καταβαίνειν ἐπὶ θάλατταν κατωτέρω τριῶν ἡμερῶν ὁδόν, μηδὲ ναῦν μακρὰν πλεῖν ἐντὸς Φασήλιδος καὶ Κυανέων· ταῦτα δὲ τοῦ βασιλέως καὶ τῶν στρατηγῶν ἐπιτελούντων, μὴ στρατεύειν Ἀθηναίους εἰς τὴν χώραν, ἧς βασιλεὺς ἄρχει.
雅典人表示同意,并派出了由希波尼库斯之子卡里亚斯率领的全权代表,雅典人及其同盟国与波斯人之间便缔结了和平条约,其要点如下:亚洲的所有希腊城市都应享有自主权;波斯的行省总督不得下到距海三日路程以内的地方;军舰不得驶入法塞利斯与克亚涅埃群岛以内;只要国王和他的将军们履行这些条款,雅典人就不得向国王统治的领土发动远征。
§12.4.6συντελεσθεισῶν δὲ τῶν σπονδῶν Ἀθηναῖοι τὰς δυνάμεις ἀπήγαγον ἐκ τῆς Κύπρου, λαμπρὰν μὲν νίκην νενικηκότες, ἐπιφανεστάτας δὲ συνθήκας πεποιημένοι.
协定达成后,雅典人从塞浦路斯撤回了军队,他们赢得了辉煌的胜利,并缔结了极其显赫的条约。
συνέβη δὲ καὶ τὸν Κίμωνα περὶ τὴν Κύπρον διατρίβοντα νόσῳ τελευτῆσαι.
此外,基蒙在塞浦路斯驻留期间因病去世。

词汇与语法注释

  1. §12.4.1γεμούσης τῆς πόλεως — γεμούσης τῆς πόλεως 是一个属格绝对构文,分词 γεμούσης 与名词 τῆς πόλεως 一致。分词 γεμούσης(充满)支配属格名词 βελῶν καὶ ὅπλων...。这一从句与前面由 καί 连接的另一个属格绝对构文 Περσικῆς φρουρᾶς οὔσης ἀξιολόγου 一起,表示主句动词 ἔκρινε(判断)的原因。
  2. §12.4.2δυναμένους — 宾格复数阳性分词 δυναμένους 和 ἐγκαταλιπόντας 与 τοὺς Πέρσας 一致,后者是隶属于 ὑπελάμβανε(认为)的间接引语中不定式的动作主体。δυναμένους 表示原因(“因为不能”),而 ἐγκαταλιπόντας 则具有时间或伴随状况的意义(“在抛弃盟友之后/因抛弃盟友”)。
  3. §12.4.4ἐφʼ οἷς ἂν δύνωνται — 这是一个缩略的关系代名词结构,相当于 ἐπὶ τούτοις, ἃ ἂν δύνωνται,其中介词 ἐπί 表示条件(“在……条件下”)。ἄν 与虚拟式 δύνωνται 结合,构成一个泛指/条件的关联从句,意为“在他们所能达到的任何条件下[达成和解]”。
  4. §12.4.5αὐτονόμους εἶναι — 不定式 εἶναι、καταβαίνειν、πλεῖν 和 στρατεύειν 作为 τὰ κεφάλαια(要点)的同位语,具体说明了条约的条款(条约文本中常见的命令性不定式)。在最后一个不定式前出现的属格绝对构文 ταῦτα δὲ τοῦ βασιλέως καὶ τῶν στρατηγῶν ἐπιτελούντων 起到了条件从句的作用(“只要国王和将军们履行这些条款”),作为雅典人不发动远征的前提。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.4.1-12.4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.4.1-12.4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。