§12.2.1μάλιστα δὲ Ἀθηναῖοι τῇ τε δόξῃ καὶ ἀνδρείᾳ προκόψαντες διωνομάσθησαν καθʼ ὅλην σχεδὸν τὴν οἰκουμένην· ἐπὶ τοσοῦτο γὰρ τὴν ἡγεμονίαν ηὔξησαν, ὥστε ἄνευ Λακεδαιμονίων καὶ Πελοποννησίων ἰδίᾳ μεγάλας δυνάμεις Περσικὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κατηγωνίσαντο, καὶ τὴν περιβόητον Περσῶν ἡγεμονίαν ἐπὶ τοσοῦτον ἐταπείνωσαν, ὥστε ἀναγκάσαι πάσας τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐλευθερῶσαι κατὰ συνθήκας.
尤其是雅典人,在名声和勇气上取得了长足进步,几乎在整个有人居住的世界中名声大噪;因为他们将自己的霸权扩大到了如此程度,以至于在没有拉栖代梦人和伯罗奔尼撒人协助的情况下,他们独自在陆地和海上击败了强大的波斯军队,并使波斯那显赫一时的霸权衰落到如此地步,以至于迫使他们根据条约解放了亚洲的所有城市。
§12.2.2ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον τὰ κατὰ μέρος ἀνεγράψαμεν ἐν δυσὶ βίβλοις, ταύτῃ τε καὶ τῇ πρὸ ταύτης· νυνὶ δὲ ἐπὶ τὰς προκειμένας πράξεις τρεψόμεθα, προδιορίσαντες τοὺς οἰκείους τῇ γραφῇ χρόνους.
然而,关于这些细节,我们在两卷书(即本卷和前一卷)中作了更准确的记录;但现在,在预先确定了适合本书叙述的时期之后,我们将转入当前要讨论的事件。
§12.2.3ἐν μὲν οὖν τῇ πρὸ ταύτης βίβλῳ τὴν ἀρχὴν ἀπὸ τῆς Ξέρξου στρατείας ποιησάμενοι διήλθομεν τὰς κοινὰς πράξεις ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον Κίμωνος ἡγουμένου· ἐν ταύτῃ δὲ ἀπὸ τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ποιησάμενοι διέξιμεν ἕως ἐπὶ τὸν ψηφισθέντα πόλεμον ὑπὸ Ἀθηναίων πρὸς Συρακοσίους.
因此,在前一卷书中,我们以薛西斯的远征为起点,论述了共同的事件,直到基蒙统帅的雅典人对塞浦路斯远征的前一年为止;而在本卷中,我们将以雅典人对塞浦路斯的远征为起点,一直论述到雅典人决议对叙拉古人发动的战争。