Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.20.1-12.20.3

扎勒乌科斯的背景与其法典前言

第 114 段,共 723 段 · 希腊语

内容简介

关于洛克里的立法者扎勒乌科斯的背景,以及他在法典前言中规定的对神明的信仰、灵魂的纯洁和公民之间和解的义务。

§12.20.1Ζάλευκος τοίνυν ἦν τὸ γένος ἐκ τῆς Ἰταλίας Λοκρός, ἀνὴρ εὐγενὴς καὶ κατὰ παιδείαν τεθαυμασμένος, μαθητὴς δὲ Πυθαγόρου τοῦ φιλοσόφου.
且说,扎勒乌科斯出生于意大利的洛克里,是一位出身高贵且因其教养而备受赞赏的人,也是哲学家毕达哥拉斯的弟子。
οὗτος πολλῆς ἀποδοχῆς τυγχάνων ἐν τῇ πατρίδι νομοθέτης ᾑρέθη, καὶ καταβαλόμενος ἐξ ἀρχῆς καινὴν νομοθεσίαν ἤρξατο πρῶτον περὶ τῶν ἐπουρανίων θεῶν.
他在祖国获得了极大的支持,因而被选为立法者;在从头开始制定新的法律体系时,他首先从关于天神的事物开始。
§12.20.2εὐθὺς γὰρ ἐν τῷ προοιμίῳ τῆς ὅλης νομοθεσίας ἔφη δεῖν τοὺς κατοικοῦντας ἐν τῇ πόλει πάντων πρῶτον ὑπολαβεῖν καὶ πεπεῖσθαι θεοὺς εἶναι, καὶ ταῖς διανοίαις ἐπισκοποῦντας τὸν οὐρανὸν καὶ τὴν διακόσμησιν καὶ τάξιν κρίνειν οὐ τύχης οὐδʼ ἀνθρώπων εἶναι ταῦτα κατασκευάσματα, σέβεσθαί τε τοὺς θεούς, ὡς πάντων τῶν ἐν τῷ βίῳ καλῶν καὶ ἀγαθῶν αἰτίους ὄντας τοῖς ἀνθρώποις, ἔχειν δὲ καὶ τὴν ψυχὴν καθαρὰν πάσης κακίας, ὡς τῶν θεῶν οὐ χαιρόντων ταῖς τῶν πονηρῶν θυσίαις τε καὶ δαπάναις, ἀλλὰ ταῖς τῶν ἀγαθῶν ἀνδρῶν δικαίαις τε καὶ καλαῖς ἐπιτηδεύσεσι.
因为在整个法律的前言中, he 随即指出,城邦的居民首先必须相信并确信神的存在,并且用智慧观察天空及其装饰和秩序,判断这些既非出于偶然也非人类的造物;同时也必须崇敬众神,因为神是人类生命中一切美好与善良事物的源头,并且还必须使自己的灵魂保持纯洁,免受一切邪恶的侵害,因为神并不喜悦恶人的祭祀与挥霍,而喜悦善人公正且美好的行为。
§12.20.3διὰ δὲ τοῦ προοιμίου προκαλεσάμενος τοὺς πολίτας εἰς εὐσέβειαν καὶ δικαιοσύνην, ἐπέζευξε προστάττων μηδένα τῶν πολιτῶν ἐχθρὸν ἀκατάλλακτον ἔχειν, ἀλλʼ οὕτω τὴν ἔχθραν ἀναλαμβάνειν ὡς ἥξοντα πάλιν εἰς σύλλυσιν καὶ φιλίαν· τὸν δὲ παρὰ ταῦτα ποιοῦντα διαλαμβάνεσθαι παρὰ τοῖς πολίταις ἀνήμερον καὶ ἄγριον τὴν ψυχήν.
通过前言引导公民走向虔敬与公正之后,他接着规定:任何公民都不得拥有不可调解的仇敌,而应当抱着终将重归于好和友谊的态度来对待仇恨;而违背此项规定的人,在公民中应被视为灵魂野蛮和粗鲁之辈。
τοὺς δὲ ἄρχοντας παρεκελεύετο μὴ εἶναι αὐθάδεις μηδὲ ὑπερηφάνους, μηδὲ κρίνειν πρὸς ἔχθραν ἢ φιλίαν.
他还告诫官吏们不得傲慢自大,也不得因仇恨或好意而进行审判。
ἐν δὲ τοῖς κατὰ μέρος νομοθετήμασι πολλὰ παρʼ ἑαυτοῦ προσεξεῦρε μάλα σοφῶς καὶ περιττῶς.
在具体的法律条文中,他自己极其明智且卓越地发明并增加了许多内容。

词汇与语法注释

  1. §12.20.2δεῖν — 依存于主句动词 ἔφη(他说)的不定式。在这个 δεῖν(必须)之上,又并列悬挂了四个不定式短语(ὑπολαβεῖν καὶ πεπεῖσθαι、κρίνειν、σέβεσθαι、ἔχειν),构成了整个长句的骨架。
  2. §12.20.3ὡς ἥξοντα — 连词 ὡς 与将来主动分词 ἥξοντα(单数阳性宾格)的结合。它与不定式 ἀναλαμβάνειν 的逻辑主语(公民)一致,表示主观的意图或假设:“仿佛将要重新走向(和解)”。
  3. §12.20.3τὴν ψυχήν — 关系宾格(限定宾格),修饰形容词 ἀνήμερον καὶ ἄγριον(野蛮和粗鲁的),限定其适用的范围(“在灵魂方面”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.20.1-12.20.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.20.1-12.20.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。