§12.1.1δικαίως ἄν τις ἀπορήσειε τὸν νοῦν ἐπιστήσας τῇ κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίᾳ·
任何人若注意到人类生活的无常,理所当然都会感到困惑。
οὔτε γὰρ τῶν νομιζομένων ἀγαθῶν οὐδὲν ὁλόκληρον εὑρίσκεται δεδομένον τοῖς ἀνθρώποις οὔτε τῶν κακῶν αὐτοτελὲς ἄνευ τινὸς εὐχρηστίας.
因为在所谓的好事中,没有一样是被发现完好无缺地赐予人类的;而在坏事中,也没有一样是自身完全不带任何益处的。
τούτου δὲ τὰς ἀποδείξεις ἐξέσται λαμβάνειν ἐπιστήσαντας τὴν διάνοιαν ταῖς προγεγενημέναις πράξεσι, καὶ μάλιστα ταῖς μεγίσταις.
如果我们将注意力转向过去所发生的事情,尤其是那些最重大的事件,便能从中获得对此的证明。
§12.1.2ἡ γὰρ Ξέρξου τοῦ Περσῶν βασιλέως ἐπὶ τὴν Ἑλλάδα στρατεία διὰ τὸ μέγεθος τῶν δυνάμεων τὸν μέγιστον ἐπέστησε φόβον τοῖς Ἕλλησιν, ὡς ἂν ὑπὲρ ἀνδραποδισμοῦ μελλόντων πολεμεῖν, καὶ προκαταδεδουλωμένων τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων πάντες ὑπέλαβον καὶ τὰς κατὰ τὴν Ἑλλάδα τῆς ὁμοίας τύχης πειράσεσθαι.
因为波斯国王薛西斯对希腊的远征,由于其兵力的庞大,给希腊人带来了极大的恐惧,使他们以为自己将为了避免被奴役而战;而且由于亚洲的希腊城邦早已被征服,所有人便推测希腊本土的城邦也将遭遇同样的命运。
§12.1.3τοῦ δὲ πολέμου παρὰ τὴν προσδοκίαν τὸ τέλος λαβόντος παράδοξον, οὐ μόνον τῶν κινδύνων ἀπελύθησαν οἱ τὴν Ἑλλάδα κατοικοῦντες, ἀλλὰ καὶ δόξαν μεγάλην κατεκτήσαντο, καὶ τοσαύτης εὐπορίας ἐπληρώθη πᾶσα πόλις Ἑλληνίς, ὥστε πάντας θαυμάσαι τὴν εἰς τοὐναντίον μεταβολήν.
然而,当这场战争出人意料地迎来了奇迹般的结局时,居住在希腊的人们不仅摆脱了危险,而且赢得了极大的声誉,每个希腊城邦都充满了如此巨大的财富,以至于所有人都对这向着相反方向的剧变感到惊叹。
§12.1.4ἀπὸ τούτων γὰρ τῶν χρόνων ἐπὶ ἔτη πεντήκοντα πολλὴν ἐπίδοσιν ἔλαβεν ἡ Ἑλλὰς πρὸς τὴν εὐδαιμονίαν.
因为自此之后的五十年间,希腊在繁荣之路上取得了长足的进步。
ἐν τούτοις γὰρ τοῖς χρόνοις αἵ τε τέχναι διὰ τὴν εὐπορίαν ηὐξήθησαν, καὶ τότε μέγιστοι μνημονεύονται τεχνῖται γεγονέναι, ὧν ἐστι Φειδίας ὁ ἀγαλματοποιός·
在这段时期,由于财富的充裕,诸般艺术得到了发展,据记载,当时诞生了最伟大的艺术家,雕像家菲迪亚斯便是其中之一。
ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν παιδείαν ἐπὶ πολὺ προέβη, καὶ φιλοσοφία προετιμήθη καὶ ῥητορικὴ παρὰ πᾶσι μὲν Ἕλλησι, μάλιστα δὲ Ἀθηναίοις.
同样,在教养学术方面也大有进展,哲学和修辞学在所有希腊人中,尤其是在雅典人中,受到了极高的推崇。
§12.1.5φιλόσοφοι μὲν γὰρ οἱ περὶ τὸν Σωκράτη καὶ Πλάτωνα καὶ Ἀριστοτέλην, ῥήτορες δὲ Περικλῆς καὶ Ἰσοκράτης καὶ οἱ τούτου μαθηταί· ὁμοίως δὲ καὶ ἄνδρες ἐπὶ στρατηγίᾳ διαβεβοημένοι, Μιλτιάδης, Θεμιστοκλῆς, Ἀριστείδης, Κίμων, Μυρωνίδης καὶ ἕτεροι πλείονες, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
事实上,哲学家中有围绕着苏格拉底、柏拉图和亚里士多德的人,修辞学家中则有伯里克利、伊索克拉底及其弟子;同样,还有因统帅之才而闻名遐迩的人,如米太亚德、地米斯托克利、阿里斯提德、客蒙、米罗尼德斯以及其他许多人,关于他们,若要一一书写,那将是冗长的。