§12.2.1μάλιστα δὲ Ἀθηναῖοι τῇ τε δόξῃ καὶ ἀνδρείᾳ προκόψαντες διωνομάσθησαν καθʼ ὅλην σχεδὸν τὴν οἰκουμένην·
とりわけアテナイ人は、名声と勇気において進歩を遂げ、ほぼ全世界にその名を馳せた。
ἐπὶ τοσοῦτο γὰρ τὴν ἡγεμονίαν ηὔξησαν, ὥστε ἄνευ Λακεδαιμονίων καὶ Πελοποννησίων ἰδίᾳ μεγάλας δυνάμεις Περσικὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κατηγωνίσαντο, καὶ τὴν περιβόητον Περσῶν ἡγεμονίαν ἐπὶ τοσοῦτον ἐταπείνωσαν, ὥστε ἀναγκάσαι πάσας τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐλευθερῶσαι κατὰ συνθήκας.
というのも、彼らは支配権を非常に拡大したので、ラケダイモン人やペロポネソス人の力を借りずに単独で、陸上と海上の両方でペルシアの強大な軍勢を打ち破り、また、あの名高きペルシアの支配権を大いに衰えさせ、条約によってアジアのすべての都市を解放することを強いるほどであったからである。
§12.2.2ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον τὰ κατὰ μέρος ἀνεγράψαμεν ἐν δυσὶ βίβλοις, ταύτῃ τε καὶ τῇ πρὸ ταύτης·
しかし、これらの個別の出来事については、本巻とその直前の巻という二つの巻において、より正確に記録した。
νυνὶ δὲ ἐπὶ τὰς προκειμένας πράξεις τρεψόμεθα, προδιορίσαντες τοὺς οἰκείους τῇ γραφῇ χρόνους.
しかし今は、記述に適した年代をあらかじめ画定した上で、目の前にある出来事へと向かうことにしよう。
§12.2.3ἐν μὲν οὖν τῇ πρὸ ταύτης βίβλῳ τὴν ἀρχὴν ἀπὸ τῆς Ξέρξου στρατείας ποιησάμενοι διήλθομεν τὰς κοινὰς πράξεις ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον Κίμωνος ἡγουμένου·
さて、この前の巻においては、クセルクセスの遠征から始めて、キモンが指揮したアテナイ人のキプロス遠征の前年に至るまでの共通の出来事をたどった。
ἐν ταύτῃ δὲ ἀπὸ τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ποιησάμενοι διέξιμεν ἕως ἐπὶ τὸν ψηφισθέντα πόλεμον ὑπὸ Ἀθηναίων πρὸς Συρακοσίους.
一方、本巻においては、アテナイ人のキプロス遠征から始めて、アテナイ人がシラクサ人に対して決議した戦争に至るまでを語ることにする。