Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.18.1-12.18.4

卡隆达斯立法中关于再婚与女继承人的修正

第 112 段,共 723 段 · 希腊语

内容简介

文中讲述了通过卡隆达斯程序修正的第二和第三条法律:一条限制离婚配偶再婚时的年龄,另一条强制富有近亲迎娶贫穷的女继承人,以代替支付罚金。

§12.18.1δεύτερος δὲ διωρθώθη νόμος ὁ διδοὺς ἐξουσίαν τῇ γυναικὶ ἀπολύειν τὸν ἄνδρα καὶ συνοικεῖν ᾧ ἂν βούληται.
第二条被修正的法律是赋予妻子脱离丈夫并与任何她想嫁的人共同生活的权利。
τῶν γὰρ προβεβηκότων τῇ ἡλικίᾳ τις, ἔχων γυναῖκα νεωτέραν καὶ καταλειφθείς, συνεβούλευε τοῖς Θουρίοις διορθῶσαι τὸν νόμον καὶ προσγράψαι τὴν καταλιποῦσαν ἄνδρα συνοικεῖν ᾧ ἂν βούληται μὴ νεωτέρῳ τοῦ προτέρου· ὁμοίως δὲ κἂν ἀνὴρ ἐκβάλῃ γυναῖκα, μὴ γαμεῖν ἄλλην νεωτέραν ταύτης τῆς ἐκβληθείσης.
因为一个年事已高的人,娶了一个较年轻的妻子却被她抛弃,于是建议苏里伊人修正该法律,并加上一条:抛弃丈夫的女人可以与任何她想嫁的人共同生活,但不得年轻于前任丈夫;同样,如果丈夫休了妻子,他也不得娶另一个比被休之妻更年轻的女人。
§12.18.2εὐστοχήσας δʼ ἐν τῇ συμβουλίᾳ καὶ ἀκυρώσας τὸν πρότερον νόμον διέφυγε τὸν ἐκ τοῦ βρόχου κίνδυνον· τῆς δὲ γυναικὸς κωλυθείσης νεωτέρῳ συνοικῆσαι, πάλιν ἔγημε τὸν ἀπολυθέντα.
由于他的建议获得了成功并废除了先前的法律,他免去了绳套的危险;而那女人因被禁止与更年轻的男子共同生活,又重新嫁给了被她抛弃的丈夫。
§12.18.3τρίτος δὲ νόμος διωρθώθη ὁ περὶ τῶν ἐπικλήρων, ὁ καὶ παρὰ Σόλωνι κείμενος.
第三条被修正的是关于女继承人的法律,这也是梭伦法律中所载的。
ἐκέλευε γὰρ τῇ ἐπικλήρῳ ἐπιδικάζεσθαι τὸν ἔγγιστα γένους, ὡσαύτως δὲ καὶ τὴν ἐπίκληρον ἐπιδικάζεσθαι τῷ ἀγχιστεῖ, ᾧ ἦν ἀνάγκη συνοικεῖν ἢ πεντακοσίας ἐκτῖσαι δραχμὰς εἰς προικὸς λόγον τῇ πενιχρᾷ ἐπικλήρῳ.
因为该法律命令最近的亲属男子向法庭申请娶女继承人,同样也命令女继承人向该近亲申请,而该近亲有义务与她共同生活,否则就要支付五百德拉克马作为贫穷女继承人的嫁妆。
§12.18.4ὀρφανὴ γάρ τις εὐγενὴς ἐπίκληρος, ἀπορουμένη παντελῶς τῶν κατὰ τὸν βίον καὶ διὰ τὴν πενίαν οὐ δυναμένη συνοικῆσαι, κατέφυγεν ἐπὶ τὸν δῆμον, καὶ μετὰ δακρύων ἐκθεμένη τὴν ἑαυτῆς ἐρημίαν τε καὶ καταφρόνησιν, πρὸς δὲ τούτοις ὑπογραψαμένη τὴν διόρθωσιν τοῦ νόμου, ὥστε ἀντὶ τῆς ἐκτίσεως τῶν πεντακοσίων δραχμῶν γράψαι συνοικεῖν κατʼ ἀνάγκην τὸν ἄγχιστα γένους τῇ ἐπιδικασθείσῃ ἐπικλήρῳ· τοῦ δὲ δήμου διὰ τὸν ἔλεον ψηφισαμένου διορθῶσαι τὸν νόμον, ἡ μὲν ὀρφανὴ τὸν ἐκ τοῦ βρόχου κίνδυνον ἐξέφυγεν, ὁ δʼ ἀγχιστεὺς πλούσιος ὢν ἠναγκάσθη γῆμαι γυναῖκα πενιχρὰν ἐπίκληρον ἄνευ προικός.
因为一个出身高贵但成了孤儿的女继承人,生活完全陷入困境,并因贫困而无法成婚,于是向民众求助,泪流满面地陈述了自己的孤立无援和受人轻视,此外,她还提交了法律修正案,规定以近亲必须与被判给他的女继承人共同生活,来代替支付五百德拉克马;由于民众出于同情投票决定修正法律,这个孤儿免去了绳套的危险,而那个身为富翁的近亲则被迫娶了一个贫穷且没有带嫁妆的女继承人。

词汇与语法注释

  1. 12.18.1μὴ νεωτέρῳ τοῦ προτέρου — 与格阳性单数,与关系代词 ᾧ ἂν βούληται(“任何她想嫁的人”)一致,意为“(只要他)不比前夫年轻”。
  2. 12.18.1μὴ γαμεῖν — 依赖于主句动词 συνεβούλευε(“建议”)的不定式。其语义上的主语是条件从句中 ἐκβάλῃ 的主语“丈夫(ἀνήρ)”。
  3. 12.18.3ἐπιδικάζεσθαι — 意为“依法申请”或“请求判给”。这指希腊继承法中,近亲男子依法向法庭申请娶女继承人(epikleros)并继承其财产,反之女继承人亦向近亲申请的法律程序。
  4. 12.18.4ὥστε ... γράψαι — 由 ὥστε 引导的带有不定式 γράψαι(“写下/规定”)的条款,用于说明所提议的法律修正案的具体内容。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.18.1-12.18.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.18.1-12.18.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。