§12.18.1δεύτερος δὲ διωρθώθη νόμος ὁ διδοὺς ἐξουσίαν τῇ γυναικὶ ἀπολύειν τὸν ἄνδρα καὶ συνοικεῖν ᾧ ἂν βούληται.
第二に、妻に対して夫から離婚し、自分が望む誰とでも再婚する権限を与える法律が修正された。
τῶν γὰρ προβεβηκότων τῇ ἡλικίᾳ τις, ἔχων γυναῖκα νεωτέραν καὶ καταλειφθείς, συνεβούλευε τοῖς Θουρίοις διορθῶσαι τὸν νόμον καὶ προσγράψαι τὴν καταλιποῦσαν ἄνδρα συνοικεῖν ᾧ ἂν βούληται μὴ νεωτέρῳ τοῦ προτέρου·
というのも、ある高齢に達した者が、年若い妻を持っていたが捨てられてしまい、トゥリオイの人々に対し、その法律を修正して、夫を捨てた女は自分が望む誰とでも再婚できるが、前の夫よりも若くない者でなければならない、という条項を書き加えることを提案したからである。
ὁμοίως δὲ κἂν ἀνὴρ ἐκβάλῃ γυναῖκα, μὴ γαμεῖν ἄλλην νεωτέραν ταύτης τῆς ἐκβληθείσης.
同様に、もし夫が妻を追い出した場合には、その追い出された妻よりも年若い別の女と結婚してはならない(という条項も書き加えることを提案した)。
§12.18.2εὐστοχήσας δʼ ἐν τῇ συμβουλίᾳ καὶ ἀκυρώσας τὸν πρότερον νόμον διέφυγε τὸν ἐκ τοῦ βρόχου κίνδυνον·
彼は提案に成功して以前の法律を無効にし、首吊り縄による危険を免れた。
τῆς δὲ γυναικὸς κωλυθείσης νεωτέρῳ συνοικῆσαι, πάλιν ἔγημε τὸν ἀπολυθέντα.
そして、その妻は自分より若い男と再婚することを禁じられたため、再び離婚された夫と結婚した。
§12.18.3τρίτος δὲ νόμος διωρθώθη ὁ περὶ τῶν ἐπικλήρων, ὁ καὶ παρὰ Σόλωνι κείμενος.
第三に、一人娘(女相続人)に関する法律が修正されたが、これはソロンの法にも見られるものである。
ἐκέλευε γὰρ τῇ ἐπικλήρῳ ἐπιδικάζεσθαι τὸν ἔγγιστα γένους, ὡσαύτως δὲ καὶ τὴν ἐπίκληρον ἐπιδικάζεσθαι τῷ ἀγχιστεῖ, ᾧ ἦν ἀνάγκη συνοικεῖν ἢ πεντακοσίας ἐκτῖσαι δραχμὰς εἰς προικὸς λόγον τῇ πενιχρᾷ ἐπικλήρῳ.
というのも、(その法は)最も近い親族の男性が女相続人との結婚の割り当てを(法廷に)求めることを命じ、また同様に女相続人も最も近い親族の男性との結婚の割り当てを求めることを命じており、その親族は彼女と結婚するか、あるいは貧しい女相続人の持参金として五百ドラクマを支払う義務があったからである。
§12.18.4ὀρφανὴ γάρ τις εὐγενὴς ἐπίκληρος, ἀπορουμένη παντελῶς τῶν κατὰ τὸν βίον καὶ διὰ τὴν πενίαν οὐ δυναμένη συνοικῆσαι, κατέφυγεν ἐπὶ τὸν δῆμον, καὶ μετὰ δακρύων ἐκθεμένη τὴν ἑαυτῆς ἐρημίαν τε καὶ καταφρόνησιν, πρὸς δὲ τούτοις ὑπογραψαμένη τὴν διόρθωσιν τοῦ νόμου, ὥστε ἀντὶ τῆς ἐκτίσεως τῶν πεντακοσίων δραχμῶν γράψαι συνοικεῖν κατʼ ἀνάγκην τὸν ἄγχιστα γένους τῇ ἐπιδικασθείσῃ ἐπικλήρῳ·
生活の糧に完全に困窮し、その貧しさのために結婚することができなかった、ある高貴な家柄の孤児の女相続人が、民衆に救いを求め、涙ながらに自らの孤独と見下されている状況を説明し、さらにその上で、五百ドラクマの支払いの代わりに、最も近い親族が割り当てられた女相続人と必ず結婚しなければならないと規定するように、法律の修正案を提示した。
τοῦ δὲ δήμου διὰ τὸν ἔλεον ψηφισαμένου διορθῶσαι τὸν νόμον, ἡ μὲν ὀρφανὴ τὸν ἐκ τοῦ βρόχου κίνδυνον ἐξέφυγεν, ὁ δʼ ἀγχιστεὺς πλούσιος ὢν ἠναγκάσθη γῆμαι γυναῖκα πενιχρὰν ἐπίκληρον ἄνευ προικός.
そして民衆が同情から法律を修正することを議決したため、その孤児は首吊り縄の危険を免れ、一方で最も近い親族は、裕福であったにもかかわらず、持参金なしで貧しい女相続人を妻に迎えることを強制されたのである。