Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.17.1-12.17.5

卡隆达斯的修法程序与独眼男子的修法实例

第 111 段,共 723 段 · 希腊语

内容简介

介绍了卡隆达斯制定的严苛法律修正程序(使用绳套的形式),以及一个独眼男子在此规则下成功修正法律的具体实例。

§12.17.1τὸν δʼ οὖν Χαρώνδαν φασὶ παραδοξότατον νενομοθετηκέναι περὶ τῆς διορθώσεως τῶν νόμων.
据说,卡隆达斯针对法律的修正制定了极其奇特的法律。
ὁρῶντα γὰρ αὐτὸν ἐν ταῖς πλείσταις πόλεσι διὰ τὸ πλῆθος τῶν ἐπιχειρούντων ἐπανορθοῦν τοὺς νόμους λυμαινομένους μὲν τὰς προϋπαρχούσας νομοθεσίας, εἰς στάσεις δὲ τὰ πλήθη προαγομένους, ἴδιόν τι καὶ παντελῶς ἐξηλλαγμένον νομοθετῆσαι.
因为他看到在大多数城邦中,由于试图修正法律的人过多,损害了原有的法律制度,并导致民众陷入内乱,于是他制定了一条独特且完全异乎寻常的规矩。
§12.17.2προσέταξε γὰρ τὸν βουλόμενον διορθῶσαί τινα νόμον, ὅταν ποιῆται τὴν περὶ τῆς διορθώσεως συμβουλίαν, τὸν ἑαυτοῦ τράχηλον εἰς βρόχον ἐντιθέναι, καὶ μένειν ἄχρι ἂν ὅτου τὴν κρίσιν ὁ δῆμος περὶ τοῦ διορθουμένου νόμου ποιήσηται, κἂν μὲν ἡ ἐκκλησία προσδέξηται τὸν ὕστερον γραφόμενον, ἀπολύεσθαι τὸν εἰσηγησάμενον, ἐὰν δὲ ἄκυρον ποιήσηται τὴν διόρθωσιν, παραχρῆμα θνήσκειν ὑπὸ τοῦ βρόχου σφιγγόμενον.
他命令,任何想要修正某条法律的人,在提出关于修正的建议时,须将自己的脖子伸进绳套中,并保持原状,直到民众对要修正的法律做出裁决;如果公民大会接受了后来拟定的新法,提议者就予以释放,但如果判定修正无效,他就要立刻被绳套勒死。
§12.17.3τοιαύτης δὲ κατὰ τὴν διόρθωσιν τῆς νομοθεσίας οὔσης, καὶ τοῦ φόβου τοὺς νεωτέρους νομοθέτας κολάζοντος, οὐδεὶς ἐτόλμα περὶ νόμων διορθώσεως φωνὴν προΐεσθαι· ἐν παντὶ δὲ τῷ μετὰ ταῦτα χρόνῳ παρὰ τοῖς Θουρίοις τρεῖς οἱ πάντες ἱστοροῦνται διορθωταὶ διὰ τό τινας ἀναγκαίας περιστάσεις ἐπὶ τὴν ὑπὲρ τῆς διορθώσεως συμβουλίαν παραγενέσθαι.
由于关于修正的法律如此严苛,而且恐惧也震慑着新来的立法者,因此没有人敢发出任何关于修正法律的声音;在随后的所有时间里,在苏里伊人当中,据记载一共只有三位修正案提出者,他们是因为某些不可避免的紧迫情况,才出来提出关于修正法律的建议。
§12.17.4νόμου γὰρ ὄντος, ἐάν τίς τινος ὀφθαλμὸν ἐκκόψῃ, ἀντεκκεκόπτεσθαι τὸν ἐκείνου, ἑτερόφθαλμός τις ἐκκοπεὶς τὸν ὀφθαλμὸν καὶ στερηθεὶς ὅλης τῆς ὁράσεως τῷ τὸν ἕνα ἀντεκκεκόφθαι τὸν δράσαντα ἔλαττον ὑπέλαβε πρόστιμον ἐκτῖσαι·
因为当时有一条法律规定:“如果有人挖去别人的眼睛,他自己的眼睛也要被挖去作为报复。 ”一个只有一只眼睛的人被挖去了眼睛,从而丧失了全部视力,他认为,由于施暴者仅被挖去一只眼睛作为报复,其付出的代价太轻了。
τυφλώσαντα γὰρ ἕνα τῶν πολιτῶν, εἰ τὸ κατὰ νόμον πρόστιμον ὁ πράξας ὑπομένοι, μὴ τετευχέναι τῆς ἴσης συμφορᾶς· δίκαιον οὖν εἶναι τὸν ἑτερόφθαλμον τὴν ὅρασιν ἀφελόμενον ἀμφοτέρους ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς, εἰ μέλλει τὴν ἴσην ἀναδέχεσθαι τιμωρίαν.
因为他认为,让一个市民失明的人,如果仅承受法律规定的惩罚,并没有遭受同等的厄运;因此,如果施暴者要接受同等的惩罚,那么夺去独眼者视力的人,就被挖去双眼,这才是公正的。
§12.17.5διὸ καὶ περιαλγῆ γενόμενον τὸν ἑτερόφθαλμον ἀποτολμῆσαι λόγον ἐν ἐκκλησίᾳ διαθέσθαι περὶ τῆς ἰδίας συμφορᾶς, ἅμα μὲν τοῖς πολίταις ἀποδυρόμενον τὴν ἰδίαν ἀτυχίαν, ἅμα δὲ συμβουλεύοντα τοῖς πλήθεσι διορθώσασθαι τὸν νόμον· τέλος δὲ δόντα τὸν τράχηλον εἰς βρόχον καὶ ἐπιτυχόντα τῇ συμβουλίᾳ, ἀκυρῶσαι μὲν τὸν ὑπάρχοντα νόμον, βεβαιῶσαι δὲ τὸν διορθωθέντα, καὶ διαφυγεῖν τὸν τοῦ βρόχου θάνατον.
因此,这个独眼者极其悲痛,斗胆在公民大会上就自己的不幸发表了演说,一方面向公民们哀诉自己的不幸,另一方面建议民众修正这条法律;最后,他把脖子伸进绳套,而他的建议获得了通过,从而废除了现有的法律,确立了修正后的法律,并免于被绳套勒死。

词汇与语法注释

  1. 12.17.1ὁρῶντα γὰρ αὐτὸν — 主句的动词 `νομοθετῆσαι` 是受 `φασί` 支配的“对格与不定式”结构(accusative with infinitive),其逻辑主语 `αὐτόν` 为对格,因此分词 `ὁρῶντα` 也相应地使用对格(阳性单数对格)。
  2. 12.17.4τὸν ἑτερόφθαλμον τὴν ὅρασιν ἀφελόμενον — `ἀφελόμενον`(`ἀφαιρέω` 的不定过去时中动因受分词,“夺去者”)的逻辑主语是施暴者,而 `τὸν ἑτερόφθαλμον`(独眼者)和 `τὴν ὅρασιν`(视力)都是该分词的直接宾语(双重对格)。整个分词短语作为不定式 `ἐκκόπτεσθαι` 的逻辑主语(对格)。
  3. 12.17.4τῷ τὸν ἕνα ἀντεκκεκόφθαι τὸν δράσαντα — 带与格中性冠词的不定式 `τῷ ... ἀντεκκεκόφθαι` 表示原因。其逻辑主语是为对格的 `τὸν δράσαντα`(施暴者),而 `τὸν ἕνα`(独眼,另一个对格)是该动词的直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.17.1-12.17.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.17.1-12.17.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。