§12.17.1τὸν δʼ οὖν Χαρώνδαν φασὶ παραδοξότατον νενομοθετηκέναι περὶ τῆς διορθώσεως τῶν νόμων.
さて、カロンダスは法律の修正に関して、きわめて奇妙な法律を制定したと言われている。
ὁρῶντα γὰρ αὐτὸν ἐν ταῖς πλείσταις πόλεσι διὰ τὸ πλῆθος τῶν ἐπιχειρούντων ἐπανορθοῦν τοὺς νόμους λυμαινομένους μὲν τὰς προϋπαρχούσας νομοθεσίας, εἰς στάσεις δὲ τὰ πλήθη προαγομένους, ἴδιόν τι καὶ παντελῶς ἐξηλλαγμένον νομοθετῆσαι.
すなわち、彼は大多数の都市において、法律を改正しようと試みる者たちが多数にのぼることによって既存の法制度を損ない、民衆を内乱へと駆り立てているのを見て、独特で完全に常軌を逸した決まりを法制化したのである。
§12.17.2προσέταξε γὰρ τὸν βουλόμενον διορθῶσαί τινα νόμον, ὅταν ποιῆται τὴν περὶ τῆς διορθώσεως συμβουλίαν, τὸν ἑαυτοῦ τράχηλον εἰς βρόχον ἐντιθέναι, καὶ μένειν ἄχρι ἂν ὅτου τὴν κρίσιν ὁ δῆμος περὶ τοῦ διορθουμένου νόμου ποιήσηται, κἂν μὲν ἡ ἐκκλησία προσδέξηται τὸν ὕστερον γραφόμενον, ἀπολύεσθαι τὸν εἰσηγησάμενον, ἐὰν δὲ ἄκυρον ποιήσηται τὴν διόρθωσιν, παραχρῆμα θνήσκειν ὑπὸ τοῦ βρόχου σφιγγόμενον.
彼は、ある法律を修正したいと望む者は、その修正に関する提案を行う際、自分の首を首吊り縄に通し、民衆がその修正される法律について決定を下すまでそのまま待機することを命じた。 そして、もし民会が新しく起草された法律を受け入れた場合には、提案した者は放免され、もし修正を無効とした場合には、首吊り縄を締め上げられてその場で直ちに死ぬようにとしたのである。
§12.17.3τοιαύτης δὲ κατὰ τὴν διόρθωσιν τῆς νομοθεσίας οὔσης, καὶ τοῦ φόβου τοὺς νεωτέρους νομοθέτας κολάζοντος, οὐδεὶς ἐτόλμα περὶ νόμων διορθώσεως φωνὴν προΐεσθαι·
修正に関する法制がこのようであったため、また恐れが新しい立法者たちを抑制していたため、誰も法律の修正について声を上げる勇気を持たなかった。
ἐν παντὶ δὲ τῷ μετὰ ταῦτα χρόνῳ παρὰ τοῖς Θουρίοις τρεῖς οἱ πάντες ἱστοροῦνται διορθωταὶ διὰ τό τινας ἀναγκαίας περιστάσεις ἐπὶ τὴν ὑπὲρ τῆς διορθώσεως συμβουλίαν παραγενέσθαι.
そしてその後のすべての期間において、トゥリオイ人の間では、何らかのやむを得ない事情によって修正に関する提案を行うに至った者が、全部でわずか3人の修正者しか記録されていない。
§12.17.4νόμου γὰρ ὄντος, ἐάν τίς τινος ὀφθαλμὸν ἐκκόψῃ, ἀντεκκεκόπτεσθαι τὸν ἐκείνου, ἑτερόφθαλμός τις ἐκκοπεὶς τὸν ὀφθαλμὸν καὶ στερηθεὶς ὅλης τῆς ὁράσεως τῷ τὸν ἕνα ἀντεκκεκόφθαι τὸν δράσαντα ἔλαττον ὑπέλαβε πρόστιμον ἐκτῖσαι·
というのも、もし誰かが他人の目を抉り取ったなら、その者の目も抉り取られるべきであるという法律があったところ、ある片目の男が、もう一方の目を抉り取られて視力のすべてを失った際、加害者が自分の片方の目を抉り取られるだけでは、支払った罰が過少であると考えたからである。
τυφλώσαντα γὰρ ἕνα τῶν πολιτῶν, εἰ τὸ κατὰ νόμον πρόστιμον ὁ πράξας ὑπομένοι, μὴ τετευχέναι τῆς ἴσης συμφορᾶς·
なぜなら、市民の一人を盲目にした者が、法律通りの罰を受けるだけでは、同じだけの災いを受けることにはならないからである。
δίκαιον οὖν εἶναι τὸν ἑτερόφθαλμον τὴν ὅρασιν ἀφελόμενον ἀμφοτέρους ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς, εἰ μέλλει τὴν ἴσην ἀναδέχεσθαι τιμωρίαν.
したがって、片目の人から視力を奪った者は、もし彼が同等の処罰を受けるべきであるならば、両目を抉り取られるのが公正であると彼は考えた。
§12.17.5διὸ καὶ περιαλγῆ γενόμενον τὸν ἑτερόφθαλμον ἀποτολμῆσαι λόγον ἐν ἐκκλησίᾳ διαθέσθαι περὶ τῆς ἰδίας συμφορᾶς, ἅμα μὲν τοῖς πολίταις ἀποδυρόμενον τὴν ἰδίαν ἀτυχίαν, ἅμα δὲ συμβουλεύοντα τοῖς πλήθεσι διορθώσασθαι τὸν νόμον·
それゆえ、その片目の男は非常に深く悲しみ、意を決して民会で自らの災難について演説を行い、市民たちに対して自らの不幸を嘆くと同時に、群衆に対して法律の修正を提案した。
τέλος δὲ δόντα τὸν τράχηλον εἰς βρόχον καὶ ἐπιτυχόντα τῇ συμβουλίᾳ, ἀκυρῶσαι μὲν τὸν ὑπάρχοντα νόμον, βεβαιῶσαι δὲ τὸν διορθωθέντα, καὶ διαφυγεῖν τὸν τοῦ βρόχου θάνατον.
そして最後に首吊り縄に首を通し、その提案が承認されたことで、既存の法律を無効にし、修正された法律を確定させ、首吊り縄による死を免れたのである。