Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §12.16.1-12.16.5

卡隆达斯惩戒逃兵之法与严守法律条文

第 110 段,共 723 段 · 希腊语

内容简介

记述了哈隆达斯制定的法律,该法惩罚逃兵并强制其穿着女装在广场静坐三天;同时也阐述了他要求严格遵守法律条文、防止任意曲解法律的立法精神。

§12.16.1ἕτερον δὲ ἔθηκε νόμον κατὰ τῶν λιπόντων τὴν ἐν πολέμῳ τάξιν ἢ τὸ σύνολον μὴ ἀναλαβόντων τὰ ὅπλα ὑπὲρ τῆς πατρίδος.
他还针对在战争中脱离阵线、或根本没有为祖国拿起武器的人,制定了另一部法律。
τῶν γὰρ ἄλλων νομοθετῶν κατὰ τῶν τοιούτων τεθεικότων θάνατον τὸ πρόστιμον, οὗτος προσέταξε τοὺς τοιούτους ἐν τῇ ἀγορᾷ ἐφʼ ἡμέρας τρεῖς καθῆσθαι ἐν ἐσθῆσι γυναικείαις.
因为当其他立法者对这类人规定死刑作为惩罚时,他却命令此类人在广场上穿着女装坐上三天。
§12.16.2ὁ δὲ νόμος οὗτος ἅμα μὲν φιλανθρωπότερός ἐστι τῶν παρὰ τοῖς ἄλλοις, ἅμα δὲ λεληθότως τῷ μεγέθει τῆς ἀτιμίας ἀποτρέπει τοὺς ὁμοίους τούτοις τῆς ἀνανδρίας· κρεῖττον γάρ ἐστιν ἀποθανεῖν ἢ τοιαύτης ὕβρεως ἐν τῇ πατρίδι πειραθῆναι·
这部法律一方面比其他人的法律更为仁慈,另一方面又通过极大耻辱潜移默化地阻止类似的人陷入怯懦;因为在祖国遭受如此屈辱,还不如死去。
ἅμα δὲ καὶ τοὺς ἁμαρτάνοντας οὐκ ἠφάνισεν, ἀλλὰ τῇ πόλει πρὸς τὰς πολεμικὰς χρείας ἐτήρησʼ ὡς διορθωσομένους τῇ διὰ τῆς ὕβρεως κολάσει καὶ σπεύσοντας ἑτέροις ἀνδραγαθήμασιν ἐξαλεῖψαι τὴν προγεγενημένην αἰσχύνην.
同时,它并没有消灭犯错的人,而是为了城邦的战争需要而保留了他们,认为他们会通过这种屈辱的惩罚而改过自新,并急于用其他英勇行为来抹去先前的耻辱。
§12.16.3διὰ δὲ τῆς ἀποτομίας τῶν νόμων διέσωσε τοὺς νόμους ὁ νομοθέτης.
此外,立法者通过法律的严厉性维护了法律。
προσέταξε γὰρ ἐκ παντὸς τρόπου πείθεσθαι τῷ νόμῳ, κἂν ᾖ παντελῶς κακῶς γεγραμμένος· διορθοῦν δὲ συνεχώρησε τὸν χρείαν ἔχοντα διορθώσεως.
因为他命令,即使法律写得非常糟糕,也必须不惜一切代价予以遵守;但他允许对需要修正的法律进行修正。
§12.16.4τὸ μὲν γὰρ ἡττᾶσθαι ὑπὸ νομοθέτου καλὸν εἶναι ὑπελάμβανε, τὸ δὲ ὑπὸ ἰδιώτου παντελῶς ἄτοπον, καὶ εἰ ἐπὶ τῷ συμφέροντι γίνεται.
因为他认为,向立法者屈服是光荣的,而向私人屈服则是完全荒谬的,即使这是为了利益而发生的。
καὶ μάλιστα διὰ τοῦ τοιούτου τρόπου τοὺς ἐν τοῖς δικαστηρίοις τῶν παρανενομηκότων προφάσεις καὶ διανοίας ἀντὶ τῶν ῥητῶν εἰσάγοντας ἐκώλυσε ταῖς ἰδίαις εὑρησιλογίαις καταλύειν τὴν τῶν νόμων ὑπεροχήν·
尤其是通过这种方式,他阻止了那些违法者在法庭上引入借口和意图来代替成文法条,从而利用他们私人的狡辩来瓦解法律的至高无上性。
§12.16.5διὸ καί τινας τῶν τοιαύτας κατηγορίας πεποιημένων πρὸς τοὺς δικαστὰς τοὺς δικάζοντας περὶ τῆς τῶν παρανενομηκότων τιμωρίας εἰπεῖν ὅτι σώζειν ἀναγκαῖον ἢ τὸν νόμον ἢ τὸν ἄνδρα.
因此,在那些提出此类控诉的人当中,甚至有人对正在审理违法者惩罚的法官们说:“必须要么拯救法律,要么拯救那个人。 ”

词汇与语法注释

  1. §12.16.1τῶν γὰρ ἄλλων νομοθετῶν... τεθεικότων — 属格绝对结构。名词短语 τῶν 亚洲 νομοθετῶν 作为逻辑主语,完了分词 τεθεικότων 作为谓语,用以对比其他立法者的做法。
  2. §12.16.2ὡς διορθωσομένους... καὶ σπεύσοντας — 连词 ὡς 与宾格未来分词的结合,修饰前文的宾格对象 τοὺς ἁμαρτάνοντας,表示立法者所期望或主观预期的意图与未来事态发展(“由于他们将会……”)。
  3. §12.16.3τὸν χρείαν ἔχοντα — 在冠词 τὸν 和现在分词 χρείαν ἔχοντα 之间,省略了源自前句 τῷ νόμῳ 的阳性单数宾格名词 νόμον。应理解为“需要修正的法律”。
  4. §12.16.4τοὺς... εἰσάγοντας — 动词 ἐκώλυσε 的直接宾语(宾格短语),同时也是不定式 καταλύειν 的逻辑主语。部分属格 τῶν παρανενομηκότων(“在违法者当中……”)修饰此短语。
  5. §12.16.5εἰπεῖν — 历史叙事中的独立不定式或历史不定式,表示传闻或主句动词省略,其主语为宾格的 τινας(“据说某些人曾说……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §12.16.1-12.16.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.16.1-12.16.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。