§12.15.1ὁ δʼ οὖν Χαρώνδας καὶ ἕτερόν τινα νόμον ἀποδοχῆς ἀξιούμενον ἔγραψε, τὸν περὶ τῆς τῶν ὀρφανῶν φυλακῆς.
无论如何,哈隆达斯还制定了另一部被认为值得赞许的法律,即关于孤儿监护的法律。
οὗτος δʼ ἐξ ἐπιπολῆς μὲν θεωρούμενος οὐδὲν φαίνεται περιττὸν ἔχειν οὐδὲ ἀποδοχῆς ἄξιον, ἀναθεωρούμενος δὲ καὶ μετʼ ἀκριβείας ἐξεταζόμενος μεγάλην ἔχει σπουδήν τε καὶ δόξαν.
这部法律从表面上看,似乎没有什么特别之处,也不值得赞许,但重新审视并经过精确检验后,它具有极大的重要性与名望。
§12.15.2ἔγραψε γὰρ τῶν μὲν ὀρφανικῶν χρημάτων ἐπιτροπεύειν τοὺς ἀγχιστεῖς τοὺς ἀπὸ πατρός, τρέφεσθαι δὲ τοὺς ὀρφανοὺς παρὰ τοῖς συγγενέσι τοῖς ἀπὸ μητρός.
因为他规定,孤儿的财产由父方的近亲来管理,而孤儿本身则在母方的亲戚处抚养。
αὐτόθεν μὲν οὖν ὁ νόμος οὗτος οὐδὲν ὁρᾶται περιέχων σοφὸν ἢ περιττόν, ἐξεταζόμενος δὲ κατὰ βάθους εὑρίσκεται δικαίως ὢν ἄξιος ἐπαίνων.
因此,这部法律直接看来似乎并不包含任何智慧或特别之处,但深入检验时,便会被发现理所当然地值得称赞。
ζητουμένης γὰρ τῆς αἰτίας διʼ ἣν ἄλλοις μὲν τὴν οὐσίαν, ἑτέροις δὲ τὴν τῶν ὀρφανῶν τροφὴν ἐπίστευσεν, ἐκφαίνεταί τις ἐπίνοια τοῦ νομοθέτου περιττή· §12.15.3οἱ μὲν γὰρ ἀπὸ μητρὸς συγγενεῖς οὐ προσήκοντες τῇ κληρονομίᾳ τῶν ὀρφανῶν οὐκ ἐπιβουλεύσουσιν,οἱ δʼ ἀπὸ τοῦ πατρὸς οἰκεῖοι ἐπιβουλεῦσαι μὲν οὐ δύνανται διὰ τὸ μὴ πιστεύεσθαι τοῦ σώματος, τῆς δʼ οὐσίας εἰς ἐκείνους καθηκούσης, ἐὰν οἱ ὀρφανοὶ τελευτήσωσιν ἢ διὰ νόσον ἤ τινα ἄλλην περίστασιν, ἀκριβέστερον οἰκονομήσουσι τὰ χρήματα, ὡς ἰδίας τὰς ἐκ τῆς τύχης ἐλπίδας ἔχοντες.
因为,当探讨他为何将财产托付给一方、而将孤儿的抚养委任给另一方的理由时,立法者某种非凡意图便显露出来:因为母方的亲戚与孤儿的继承权无关,故不会对他们起觊觎图谋之意;而另一方面,父方的亲属因未被托付孤儿的人身安全,故无法图谋加害;此外,若孤儿因疾病或其他变故去世,财产既然将归属于他们,他们便会抱着对命运带来的希望视作己有的态度,更加仔细地管理这些财产。