§12.1.1δικαίως ἄν τις ἀπορήσειε τὸν νοῦν ἐπιστήσας τῇ κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίᾳ·
人間生活の不規則さに注意を向けるなら、人は当然、当惑するだろう。
οὔτε γὰρ τῶν νομιζομένων ἀγαθῶν οὐδὲν ὁλόκληρον εὑρίσκεται δεδομένον τοῖς ἀνθρώποις οὔτε τῶν κακῶν αὐτοτελὲς ἄνευ τινὸς εὐχρηστίας.
なぜなら、いわゆる善きもののうち、何一つとして完全に損なわれていない状態で人間に与えられているのは見出されず、また悪きもののうち、何一つとして何らかの有用性を伴わずにそれ自体で完結しているものは見出されないからである。
τούτου δὲ τὰς ἀποδείξεις ἐξέσται λαμβάνειν ἐπιστήσαντας τὴν διάνοιαν ταῖς προγεγενημέναις πράξεσι, καὶ μάλιστα ταῖς μεγίσταις.
このことの証明は、過去に起こった出来事、とりわけ最も重大な出来事に精神を集中させるなら、それらから得ることができるだろう。
§12.1.2ἡ γὰρ Ξέρξου τοῦ Περσῶν βασιλέως ἐπὶ τὴν Ἑλλάδα στρατεία διὰ τὸ μέγεθος τῶν δυνάμεων τὸν μέγιστον ἐπέστησε φόβον τοῖς Ἕλλησιν, ὡς ἂν ὑπὲρ ἀνδραποδισμοῦ μελλόντων πολεμεῖν, καὶ προκαταδεδουλωμένων τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων πάντες ὑπέλαβον καὶ τὰς κατὰ τὴν Ἑλλάδα τῆς ὁμοίας τύχης πειράσεσθαι.
というのも、ペルシアの王クセルクセスのギリシアに対する遠征は、その軍勢の巨大さゆえに、ギリシア人たちに最大の恐怖をもたらし、彼らは自分たちが奴隷化を避けるために戦うことになるのだと考えた。 そして、アジアのギリシア都市があらかじめ征服されていたため、すべての人が、ギリシアの都市も同様の運命を味わうことになるだろうと想定したからである。
§12.1.3τοῦ δὲ πολέμου παρὰ τὴν προσδοκίαν τὸ τέλος λαβόντος παράδοξον, οὐ μόνον τῶν κινδύνων ἀπελύθησαν οἱ τὴν Ἑλλάδα κατοικοῦντες, ἀλλὰ καὶ δόξαν μεγάλην κατεκτήσαντο, καὶ τοσαύτης εὐπορίας ἐπληρώθη πᾶσα πόλις Ἑλληνίς, ὥστε πάντας θαυμάσαι τὴν εἰς τοὐναντίον μεταβολήν.
しかし、戦争が予想に反して驚くべき結末を迎えたので、ギリシアに住む人々は危険から解放されただけでなく、大いなる名声をも獲得し、すべてのギリシアの都市が、誰もがその正反対への変化に驚嘆するほどの、多大な豊かさで満たされた。
§12.1.4ἀπὸ τούτων γὰρ τῶν χρόνων ἐπὶ ἔτη πεντήκοντα πολλὴν ἐπίδοσιν ἔλαβεν ἡ Ἑλλὰς πρὸς τὴν εὐδαιμονίαν.
なぜなら、この時代から50年間にわたり、ギリシアは繁栄に向けて大いなる発展を遂げたからである。
ἐν τούτοις γὰρ τοῖς χρόνοις αἵ τε τέχναι διὰ τὴν εὐπορίαν ηὐξήθησαν, καὶ τότε μέγιστοι μνημονεύονται τεχνῖται γεγονέναι, ὧν ἐστι Φειδίας ὁ ἀγαλματοποιός·
この時代において、諸芸術は豊かさのおかげで発展し、当時、最も偉大な芸術家たちが誕生したと記憶されている。 彫刻家フェイディアスもその一人である。
ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν παιδείαν ἐπὶ πολὺ προέβη, καὶ φιλοσοφία προετιμήθη καὶ ῥητορικὴ παρὰ πᾶσι μὲν Ἕλλησι, μάλιστα δὲ Ἀθηναίοις.
同様に、教養に関する事柄も大いに進歩し、哲学と弁論術がすべてのギリシア人の間で、とりわけアテナイ人の間で重んじられた。
§12.1.5φιλόσοφοι μὲν γὰρ οἱ περὶ τὸν Σωκράτη καὶ Πλάτωνα καὶ Ἀριστοτέλην, ῥήτορες δὲ Περικλῆς καὶ Ἰσοκράτης καὶ οἱ τούτου μαθηταί·
実際、哲学者としてはソクラテスやプラトン、アリストテレスの周囲の人々がおり、弁論家としてはペリクレスやイソクラテス、およびその弟子たちがいた。
ὁμοίως δὲ καὶ ἄνδρες ἐπὶ στρατηγίᾳ διαβεβοημένοι, Μιλτιάδης, Θεμιστοκλῆς, Ἀριστείδης, Κίμων, Μυρωνίδης καὶ ἕτεροι πλείονες, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
同様に、将軍としての能力で名を馳せた人々、ミルティアデス、テミストクレス、アリステイデス、キモン、ミュロニデス、その他多くの人々がいたが、彼らについて書くことは長くなるであろう。