Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.9.1-11.9.4

列奥尼达斯的坚守决意与对波斯军营的夜袭

第 10 段,共 723 段 · 希腊语

内容简介

列奥尼达斯决定让其他希腊人撤退,仅率领斯巴达人和忒斯庇埃人留守;在陷入重围后,他下令对波斯军营发动夜袭。

§11.9.1ἀκούσαντες δʼ οἱ Ἕλληνες συνήδρευσαν περὶ μέσας νύκτας καὶ ἐβουλεύοντο περὶ τῶν ἐπιφερομένων κινδύνων.
希腊人听到这个消息后,于午夜时分召开会议,商讨迫在眉睫的危险。
ἔνιοι μὲν οὖν ἔφασαν δεῖν παραχρῆμα καταλιπόντας τὰς παρόδους διασώζεσθαι πρὸς τοὺς συμμάχους· ἀδύνατον γὰρ εἶναι τοῖς μείνασι τυχεῖν σωτηρίας·
于是有些人主张,应当立即放弃通道,逃往盟友处以保全自身,因为留下来的人是不可能获得生路的。
Λεωνίδης δὲ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων φιλοτιμούμενος αὑτῷ τε δόξαν περιθεῖναι μεγάλην καὶ τοῖς Σπαρτιάταις, προσέταξε τοὺς μὲν ἄλλους Ἕλληνας ἅπαντας ἀπιέναι καὶ σώζειν ἑαυτούς, ἵνα κατὰ τὰς ἄλλας μάχας συναγωνίζωνται τοῖς Ἕλλησιν, αὐτοὺς δὲ τοὺς Λακεδαιμονίους ἔφησε δεῖν μένειν καὶ τὴν φυλακὴν τῶν παρόδων μὴ λιπεῖν· πρέπειν γὰρ τοὺς ἡγουμένους τῆς Ἑλλάδος ὑπὲρ τῶν πρωτείων ἀγωνιζομένους ἀποθνήσκειν ἑτοίμως.
然而,拉刻代蒙人的国王列奥尼达斯渴望为自己和斯巴达人赢得巨大的名望,便命令其他所有希腊人撤离并保全自己,以便在未来的其他战斗中能与希腊人并肩作战;但他表示,拉刻代蒙人自己必须留下来,决不能放弃通道的防守,因为作为希腊的领导者,为了争夺首要的名誉而甘愿牺牲是理所当然的。
§11.9.2εὐθὺς οὖν οἱ μὲν ἄλλοι πάντες ἀπηλλάγησαν, ὁ δὲ Λεωνίδης μετὰ τῶν πολιτῶν ἡρωικὰς πράξεις καὶ παραδόξους ἐπετελέσατο.
因此,其他所有人随即撤离,而列奥尼达斯与他的公民们一起,完成了英雄般且超乎想象的壮举。
ὀλίγων δʼ ὄντων Λακεδαιμονίων, Θεσπιεῖς γὰρ μόνους παρακατέσχε, καὶ τοὺς σύμπαντας ἔχων οὐ πλείους τῶν πεντακοσίων, ἕτοιμος ἦν ὑποδέξασθαι τὸν ὑπὲρ τῆς Ἑλλάδος θάνατον.
尽管拉刻代蒙人人数很少——因为他只留下了忒斯庇埃人,总共率领了不超过五百人——但他已经做好了为希腊接受死亡的准备。
§11.9.3μετὰ δὲ ταῦτα οἱ μὲν μετὰ τοῦ Τραχινίου Πέρσαι περιελθόντες τὰς δυσχωρίας ἄφνω τοὺς περὶ τὸν Λεωνίδην ἀπέλαβον εἰς τὸ μέσον, οἱ δʼ Ἕλληνες τὴν μὲν σωτηρίαν ἀπογνόντες, τὴν δʼ εὐδοξίαν ἑλόμενοι, μιᾷ φωνῇ τὸν ἡγούμενον ἠξίουν ἄγειν ἐπὶ τοὺς πολεμίους, πρὶν ἢ γνῶναι τοὺς Πέρσας τὴν τῶν ἰδίων περίοδον.
此后,随同该特拉克斯人的波斯人绕过了险要地形,突然将列奥尼达斯等人包围在中间。 希腊人放弃了生还的希望,选择高尚的名声,异口同音地要求他们的领袖率领他们冲向敌人,免得波斯人察觉到己方迂回部队的合围。
§11.9.4Λεωνίδης δὲ τὴν ἑτοιμότητα τῶν στρατιωτῶν ἀποδεξάμενος, τούτοις παρήγγειλε ταχέως ἀριστοποιεῖσθαι, ὡς ἐν ᾅδου δειπνησομένους· αὐτὸς δʼ ἀκολούθως τῇ παραγγελίᾳ τροφὴν προσηνέγκατο, νομίζων οὕτω δυνήσεσθαι πολὺν χρόνον ἰσχύειν καὶ φέρειν τὴν ἐν τοῖς κινδύνοις ὑπομονήν.
列奥尼达斯赞许士兵们的决意,命令他们迅速吃早饭,因为他们将在冥府享用晚餐;他自己也遵循这一命令进食,认为这样能保持较长时间的体力,并在危险中坚持下去。
ἐπεὶ δὲ συντόμως ἀναλαβόντες αὑτοὺς ἕτοιμοι πάντες ὑπῆρξαν, παρήγγειλε τοῖς στρατιώταις εἰσπεσόντας εἰς τὴν παρεμβολὴν φονεύειν τοὺς ἐντυγχάνοντας καὶ ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν τοῦ βασιλέως σκηνήν.
当他们迅速重整旗鼓、所有人准备就绪时,他命令士兵们冲入敌营,斩杀所遇到的一切敌人,并直冲国王的帐篷。

词汇与语法注释

  1. §11.9.1δεῖν παραχρῆμα καταλιπόντας — 宾格分词 `καταλιπόντας` 与不定式 `διασώζεσθαι` 省略的逻辑主语(如 `αὐτούς` 或 `ἡμᾶς`)一致。在由 `ἔφασαν` 引导、包含无人称动词 `δεῖν` 的间接引语中,使用宾格来表示不定式的逻辑主语,而不是与主句动词的主语 `ἔνιοι`(主格)一致。
  2. §11.9.1πρέπειν γὰρ τοὺς ἡγουμένους — 无人称动词 `πρέπει` 在间接引语中呈现为不定式形式 `πρέπειν`,依赖于主句动词 `ἔφησε`。`πρέπειν` 的逻辑主语是不定式 `ἀποθνήσκειν`,而该不定式自身的主语则是宾格的 `τοὺς ἡγουμένους`(以及与其一致的分词 `ἀγωνιζομένους`)。
  3. §11.9.3πρὶν ἢ γνῶναι τοὺς Πέρσας — 连接词短语 `πρὶν ἤ`(意为“在……之前”)接不定式 `γνῶναι`。该不定式的逻辑主语是宾格的 `τοὺς Πέρσας`,其宾语是 `τὴν τῶν ἰδίων περίοδον`。此处 `τῶν ἰδίων` 指“他们自己的(士兵)”,即波斯军的迂回包围部队。
  4. §11.9.4ὡς ἐν ᾅδου δειπνησομένους — 助词 `ὡς` 与将来时分词 `δειπνησομένους`(宾格复数阳性)连用,表示主观意图或预期的命运,与不定式 `ἀριστοποιεῖσθαι` 的逻辑主语一致。短语 `ἐν ᾅδου`(在冥府)是一个常见习语,在属格 `ᾅδου` 后省略了如“住所”等名词。
  5. §11.9.4εἰσπεσόντας εἰς τὴν παρεμβολὴν — 分词 `εἰσπεσόντας`(宾格复数阳性)并不与与格的 `τοῖς στρατιώταις` 一致,而是作为不定式 `φονεύειν` 的逻辑主语采用了宾格。在古典希腊语中,当支配与格的动词后接不定式时,修饰不定式主语的分词通常以宾格形式出现。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.9.1-11.9.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.9.1-11.9.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。