§11.9.1ἀκούσαντες δʼ οἱ Ἕλληνες συνήδρευσαν περὶ μέσας νύκτας καὶ ἐβουλεύοντο περὶ τῶν ἐπιφερομένων κινδύνων.
ギリシア人たちはこれを聞くと、夜半ごろに評議会を開き、迫り来る危機について討議した。
ἔνιοι μὲν οὖν ἔφασαν δεῖν παραχρῆμα καταλιπόντας τὰς παρόδους διασώζεσθαι πρὸς τοὺς συμμάχους· ἀδύνατον γὰρ εἶναι τοῖς μείνασι τυχεῖν σωτηρίας·
そこで一部の者は、直ちに隘路を放棄して同盟軍のもとへと逃れて身の安全を図るべきであり、留まる者たちにとって救いを得ることは不可能であると主張した。
Λεωνίδης δὲ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων φιλοτιμούμενος αὑτῷ τε δόξαν περιθεῖναι μεγάλην καὶ τοῖς Σπαρτιάταις, προσέταξε τοὺς μὲν ἄλλους Ἕλληνας ἅπαντας ἀπιέναι καὶ σώζειν ἑαυτούς, ἵνα κατὰ τὰς ἄλλας μάχας συναγωνίζωνται τοῖς Ἕλλησιν, αὐτοὺς δὲ τοὺς Λακεδαιμονίους ἔφησε δεῖν μένειν καὶ τὴν φυλακὴν τῶν παρόδων μὴ λιπεῖν·
しかし、ラケダイモン人の王レオニダスは、自分自身とスパルタ人たちに大いなる名声を付与することを望み、他のすべてのギリシア人たちには、他の戦いにおいてギリシア人たちと共に戦うことができるように、立ち去って自らの身を救うよう命じた。
πρέπειν γὰρ τοὺς ἡγουμένους τῆς Ἑλλάδος ὑπὲρ τῶν πρωτείων ἀγωνιζομένους ἀποθνήσκειν ἑτοίμως.
一方で、ラケダイモン人自身は留まり、隘路の守備を放棄してはならないとし、ギリシアの指導者たる者たちは、覇権を求めて戦い、喜んで死ぬのがふさわしいからであると主張した。
§11.9.2εὐθὺς οὖν οἱ μὲν ἄλλοι πάντες ἀπηλλάγησαν, ὁ δὲ Λεωνίδης μετὰ τῶν πολιτῶν ἡρωικὰς πράξεις καὶ παραδόξους ἐπετελέσατο.
そこで直ちに他の者たちはみな立ち去ったが、レオニダスは市民たちと共に、英雄的で驚くべき偉業を成し遂げた。
ὀλίγων δʼ ὄντων Λακεδαιμονίων, Θεσπιεῖς γὰρ μόνους παρακατέσχε, καὶ τοὺς σύμπαντας ἔχων οὐ πλείους τῶν πεντακοσίων, ἕτοιμος ἦν ὑποδέξασθαι τὸν ὑπὲρ τῆς Ἑλλάδος θάνατον.
ラケダイモン人は少数であったが――というのも、彼はテスピアイ人だけを引き留めて手元に残し、全体でも五百人を超えない軍勢を率いていたからである――、彼はギリシアのために死を受け入れる覚悟ができていた。
§11.9.3μετὰ δὲ ταῦτα οἱ μὲν μετὰ τοῦ Τραχινίου Πέρσαι περιελθόντες τὰς δυσχωρίας ἄφνω τοὺς περὶ τὸν Λεωνίδην ἀπέλαβον εἰς τὸ μέσον, οἱ δʼ Ἕλληνες τὴν μὲν σωτηρίαν ἀπογνόντες, τὴν δʼ εὐδοξίαν ἑλόμενοι, μιᾷ φωνῇ τὸν ἡγούμενον ἠξίουν ἄγειν ἐπὶ τοὺς πολεμίους, πρὶν ἢ γνῶναι τοὺς Πέρσας τὴν τῶν ἰδίων περίοδον.
この後、トラキス人に率いられたペルシア人たちは険路を迂回し、突如としてレオニダスらを包囲した。 ギリシア人たちは生存を断念し、名誉ある名声を選び取り、ペルシア人たちが味方の迂回完了を知る前に、一斉の声で指導者に敵へと進軍するよう求めた。
§11.9.4Λεωνίδης δὲ τὴν ἑτοιμότητα τῶν στρατιωτῶν ἀποδεξάμενος, τούτοις παρήγγειλε ταχέως ἀριστοποιεῖσθαι, ὡς ἐν ᾅδου δειπνησομένους·
レオニダスは兵士たちの覚悟を認め、彼らに、冥府で夕食を摂るつもりで速やかに食事を済ませるよう命じた。
αὐτὸς δʼ ἀκολούθως τῇ παραγγελίᾳ τροφὴν προσηνέγκατο, νομίζων οὕτω δυνήσεσθαι πολὺν χρόνον ἰσχύειν καὶ φέρειν τὴν ἐν τοῖς κινδύνοις ὑπομονήν.
彼自身もその命令に従って食事を摂ったが、そうすることで長い間体力を維持し、危機における困難に耐え抜くことができると考えたからである。
ἐπεὶ δὲ συντόμως ἀναλαβόντες αὑτοὺς ἕτοιμοι πάντες ὑπῆρξαν, παρήγγειλε τοῖς στρατιώταις εἰσπεσόντας εἰς τὴν παρεμβολὴν φονεύειν τοὺς ἐντυγχάνοντας καὶ ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν τοῦ βασιλέως σκηνήν.
彼らが素早く気力を回復し、全員の準備が整うと、彼は兵士たちに、敵陣に突入して遭遇する者を殺戮し、王の天幕そのものを目指して突撃するよう命じた。