§11.8.1τῇ δʼ ὑστεραίᾳ Ξέρξης μέν, παρὰ προσδοκίαν αὐτῷ τῆς μάχης λαβούσης τὸ τέλος, ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπέλεξε τοὺς δοκοῦντας ἀνδρείᾳ καὶ θράσει διαφέρειν, καὶ πολλὰ δεηθεὶς αὐτῶν προεῖπεν, ὅτι βιασαμένοις μὲν αὐτοῖς τὴν εἴσοδον δωρεὰς ἀξιολόγους δώσει, φεύγουσι δὲ θάνατος ἔσται τὸ πρόστιμον.
次日,由于战斗的结局出乎薛西斯的意料,他从所有民族中选拔出那些被认为在勇气和胆识上最杰出的人,并极力恳请他们,预先宣布:如果他们合力冲破入口,他将赐予他们丰厚的赏赐;但若逃跑,惩罚将是死刑。
§11.8.2τούτων δὲ μετὰ μεγάλης συστροφῆς καὶ βίας ἐπιρραξάντων τοῖς Ἕλλησιν, οἱ περὶ Λεωνίδην τότε συμφράξαντες καὶ τείχει παραπλησίαν ποιησάμενοι τὴν σύστασιν ἐκθύμως ἠγωνίζοντο.
当这些人以极大的密集阵形和猛烈势头冲向希腊人时,列奥尼达斯周围的人随即紧密防守,筑起坚如城墙的防线,竭尽全力地战斗。
ἐπὶ τοσοῦτο δὲ προέβησαν ταῖς προθυμίαις, ὥστε τοὺς εἰωθότας ἐκ διαδοχῆς μεταλαμβάνειν τῆς μάχης οὐ συνεχώρησαν, ἀλλὰ τῇ συνεχείᾳ τῆς κακοπαθείας περιγενόμενοι πολλοὺς ἀνῄρουν τῶν ἐπιλέκτων βαρβάρων.
他们的斗志如此高昂,以至于不愿让那些习惯于轮流交替作战的人来替换他们,而是凭着坚持不懈的忍耐力压倒了敌人,斩杀了许多选拔出来的蛮族精锐。
§11.8.3ἐνημερεύοντες δὲ τοῖς κινδύνοις ἡμιλλῶντο πρὸς ἀλλήλους· οἱ μὲν γὰρ πρεσβύτεροι πρὸς τὰς τῶν νέων ἀκμὰς παρεβάλλοντο, οἱ δὲ νεώτεροι πρὸς τὰς τῶν πρεσβυτέρων ἐμπειρίας τε καὶ δόξας ἡμιλλῶντο.
他们在整日的危险中相互竞争:年长者力图与年轻人的充沛精力并驾齐驱,而年轻人则力图与年长者的经验和名声相抗衡。
τέλος δὲ φευγόντων καὶ τῶν ἐπιλέκτων, οἱ τὴν ἐπιτεταγμένην στάσιν ἔχοντες τῶν βαρβάρων συμφράξαντες οὐκ εἴων φεύγειν τοὺς ἐπιλέκτους· διόπερ ἠναγκάζοντο πάλιν ἀναστρέφειν καὶ μάχεσθαι.
最后,当这些精锐也开始溃逃时,部署在他们后方的蛮族士兵紧密靠拢,不让这些精锐逃跑;因此,他们被迫再次转身投入战斗。
§11.8.4ἀπορουμένου δὲ τοῦ βασιλέως καὶ νομίζοντος μηδένα τολμήσειν ἔτι μάχεσθαι, ἧκε πρὸς αὐτὸν Τραχίνιός τις τῶν ἐγχωρίων, ἔμπειρος ὢν τῆς ὀρεινῆς χώρας.
正当国王一筹莫展、认为再也没有人敢于战斗时,一个当地的特拉克斯人来到了他面前,此人对该山地了如指掌。
οὗτος τῷ Ξέρξῃ προσελθὼν ἐπηγγείλατο διά τινος ἀτραποῦ στενῆς καὶ παρακρήμνου τοὺς Πέρσας ὁδηγήσειν, ὥστε γενέσθαι τοὺς συνελθόντας αὐτῷ κατόπιν τῶν περὶ τὸν Λεωνίδην, καὶ τούτῳ τῷ τρόπῳ περιληφθέντας αὐτοὺς εἰς τὸ μέσον ῥᾳδίως ἀναιρεθήσεσθαι.
他走向薛西斯,承诺将引导波斯人通过一条狭窄而陡峭的小径,从而使随行人员能够绕到列奥尼达斯等人的后方,并以这种方式将他们包围在中间,从而轻易地将其消灭。
§11.8.5ὁ δὲ βασιλεὺς περιχαρὴς ἐγένετο, καὶ τιμήσας δωρεαῖς τὸν Τραχίνιον συνεξέπεμψεν αὐτῷ στρατιώτας δισμυρίους νυκτός.
国王大喜过望,重赏了该特拉克斯人,并在夜间派了两万名士兵随他出发。
τῶν δὲ παρὰ τοῖς Πέρσαις τις ὄνομα Τυρραστιάδας, τὸ γένος ὢν Κυμαῖος, φιλόκαλος δὲ καὶ τὸν τρόπον ὢν ἀγαθός, διαδρὰς ἐκ τῆς τῶν Περσῶν παρεμβολῆς νυκτὸς ἧκε πρὸς τοὺς περὶ τὸν Λεωνίδην, καὶ τὰ περὶ τὸν Τραχίνιον ἀγνοοῦσιν ἐδήλωσεν.
然而,在波斯人中有一个名叫蒂拉斯蒂亚达斯的人,他出身于库迈,为人追求美德、性格善良,在夜间从波斯军营中逃出,来到列奥尼达斯等人那里,将这一情况告知了对特拉克斯人的阴谋还一无所知的希腊人。