§11.9.1ἀκούσαντες δʼ οἱ Ἕλληνες συνήδρευσαν περὶ μέσας νύκτας καὶ ἐβουλεύοντο περὶ τῶν ἐπιφερομένων κινδύνων.
When the Greeks heard this, they held a council about midnight and deliberated on the dangers that were coming upon them.
ἔνιοι μὲν οὖν ἔφασαν δεῖν παραχρῆμα καταλιπόντας τὰς παρόδους διασώζεσθαι πρὸς τοὺς συμμάχους· ἀδύνατον γὰρ εἶναι τοῖς μείνασι τυχεῖν σωτηρίας·
Now some declared that they must immediately abandon the passes and save themselves by fleeing to the allies, for it was impossible for those who remained to find safety.
Λεωνίδης δὲ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων φιλοτιμούμενος αὑτῷ τε δόξαν περιθεῖναι μεγάλην καὶ τοῖς Σπαρτιάταις, προσέταξε τοὺς μὲν ἄλλους Ἕλληνας ἅπαντας ἀπιέναι καὶ σώζειν ἑαυτούς, ἵνα κατὰ τὰς ἄλλας μάχας συναγωνίζωνται τοῖς Ἕλλησιν, αὐτοὺς δὲ τοὺς Λακεδαιμονίους ἔφησε δεῖν μένειν καὶ τὴν φυλακὴν τῶν παρόδων μὴ λιπεῖν· πρέπειν γὰρ τοὺς ἡγουμένους τῆς Ἑλλάδος ὑπὲρ τῶν πρωτείων ἀγωνιζομένους ἀποθνήσκειν ἑτοίμως.
But Leonidas, the king of the Lacedaemonians, desiring to win great glory for himself and for the Spartans, ordered all the other Greeks to depart and save themselves, so that they might fight alongside the Greeks in the other battles; but he said that the Lacedaemonians themselves must remain and not abandon the guard of the passes, for it was fitting for the leaders of Greece to die willingly while striving for the first place of honor.
§11.9.2εὐθὺς οὖν οἱ μὲν ἄλλοι πάντες ἀπηλλάγησαν, ὁ δὲ Λεωνίδης μετὰ τῶν πολιτῶν ἡρωικὰς πράξεις καὶ παραδόξους ἐπετελέσατο.
Immediately, therefore, all the others departed, but Leonidas with his citizens performed heroic and extraordinary deeds.
ὀλίγων δʼ ὄντων Λακεδαιμονίων, Θεσπιεῖς γὰρ μόνους παρακατέσχε, καὶ τοὺς σύμπαντας ἔχων οὐ πλείους τῶν πεντακοσίων, ἕτοιμος ἦν ὑποδέξασθαι τὸν ὑπὲρ τῆς Ἑλλάδος θάνατον.
Although the Lacedaemonians were few—for he kept only the Thespians with him, and had in all no more than five hundred men—he was ready to welcome death on behalf of Greece.
§11.9.3μετὰ δὲ ταῦτα οἱ μὲν μετὰ τοῦ Τραχινίου Πέρσαι περιελθόντες τὰς δυσχωρίας ἄφνω τοὺς περὶ τὸν Λεωνίδην ἀπέλαβον εἰς τὸ μέσον, οἱ δʼ Ἕλληνες τὴν μὲν σωτηρίαν ἀπογνόντες, τὴν δʼ εὐδοξίαν ἑλόμενοι, μιᾷ φωνῇ τὸν ἡγούμενον ἠξίουν ἄγειν ἐπὶ τοὺς πολεμίους, πρὶν ἢ γνῶναι τοὺς Πέρσας τὴν τῶν ἰδίων περίοδον.
After this, the Persians who were with the Trachinian, having bypassed the difficult terrain, suddenly caught those around Leonidas in the middle; and the Greeks, despairing of safety and choosing noble fame, with one voice called upon their leader to lead them against the enemy before the Persians could learn of the detour of their own men.
§11.9.4Λεωνίδης δὲ τὴν ἑτοιμότητα τῶν στρατιωτῶν ἀποδεξάμενος, τούτοις παρήγγειλε ταχέως ἀριστοποιεῖσθαι, ὡς ἐν ᾅδου δειπνησομένους· αὐτὸς δʼ ἀκολούθως τῇ παραγγελίᾳ τροφὴν προσηνέγκατο, νομίζων οὕτω δυνήσεσθαι πολὺν χρόνον ἰσχύειν καὶ φέρειν τὴν ἐν τοῖς κινδύνοις ὑπομονήν.
Leonidas, welcoming the readiness of the soldiers, ordered them to make their breakfast quickly, as men who would dine in Hades; and he himself, in accordance with the order, took food, believing that in this way he would be able to keep his strength for a long time and endure the perseverance in the midst of dangers.
ἐπεὶ δὲ συντόμως ἀναλαβόντες αὑτοὺς ἕτοιμοι πάντες ὑπῆρξαν, παρήγγειλε τοῖς στρατιώταις εἰσπεσόντας εἰς τὴν παρεμβολὴν φονεύειν τοὺς ἐντυγχάνοντας καὶ ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν τοῦ βασιλέως σκηνήν.
And when they had quickly recovered themselves and everyone was ready, he ordered the soldiers to burst into the camp, slay those they met, and rush against the very tent of the king.