§11.10.1οὗτοι μὲν οὖν ἀκολούθως ταῖς παραγγελίαις συμφράξαντες νυκτὸς εἰσέπεσον εἰς τὴν τῶν Περσῶν στρατοπεδείαν, προκαθηγουμένου τοῦ Λεωνίδου·
因此,这些人遵照命令紧密结阵,在夜色中由列奥尼达斯率领,冲入了波斯人的营地。
οἱ δὲ βάρβαροι διά τε τὸ παράδοξον καὶ τὴν ἄγνοιαν μετὰ πολλοῦ θορύβου συνέτρεχον ἐκ τῶν σκηνῶν ἀτάκτως, καὶ νομίσαντες τοὺς μετὰ τοῦ Τραχινίου πορευομένους ἀπολωλέναι καὶ τὴν δύναμιν ἅπασαν τῶν Ἑλλήνων παρεῖναι, κατεπλάγησαν.
而蛮族人由于事出突然且不明真相,在极度混乱中毫无秩序地从帐篷里跑出来聚集在一起;他们以为与特拉克斯人一同行进的迂回部队已经覆灭,且希腊人的全部主力已经到达,因而陷入了惊恐。
§11.10.2διὸ καὶ πολλοὶ μὲν ὑπὸ τῶν περὶ τὸν Λεωνίδην ἀνῃροῦντο, πλείους δὲ ὑπὸ τῶν ἰδίων ὡς ὑπὸ πολεμίων διὰ τὴν ἄγνοιαν ἀπώλοντο.
因此,许多人被列奥尼达斯一行所杀,但更多的人因为不明真相,被自己人当作敌人杀害。
ἥ τε γὰρ νὺξ ἀφῃρεῖτο τὴν ἀληθινὴν ἐπίγνωσιν, ἥ τε ταραχὴ καθʼ ὅλην οὖσα τὴν στρατοπεδείαν εὐλόγως πολὺν ἐποίει φόνον·
因为黑夜剥夺了他们对真实情况的辨识,而席卷整个营地的大混乱自然造成了大量的惨杀。
ἔκτεινον γὰρ ἀλλήλους, οὐ διδούσης τῆς περιστάσεως τὸν ἐξετασμὸν ἀκριβῆ διὰ τὸ μήτε ἡγεμόνος παραγγελίαν μήτε συνθήματος ἐρώτησιν μήτε ὅλως διανοίας κατάστασιν ὑπάρχειν.
他们互相厮杀,因为在既无将领命令、又无口令询问、更无一丝冷静理智的情况下,局势根本不允许进行准确的辨别。
§11.10.3εἰ μὲν οὖν ὁ βασιλεὺς ἔμεινεν ἐπὶ τῆς βασιλικῆς σκηνῆς, ῥᾳδίως ἂν καὶ αὐτὸς ὑπὸ τῶν Ἑλλήνων ἀνῄρητο καὶ ὁ πόλεμος ἅπας ταχείας ἂν ἐτετεύχει καταλύσεως·
如果国王当时留在王帐里,他自己也轻易就会被希腊人杀死,整个战争也就会迅速宣告结束。
νῦν δʼ ὁ μὲν Ξέρξης ἦν ἐκπεπηδηκὼς πρὸς τὴν ταραχήν, οἱ δʼ Ἕλληνες εἰσπεσόντες εἰς τὴν σκηνὴν τοὺς ἐγκαταληφθέντας ἐν αὐτῇ σχεδὸν ἅπαντας ἐφόνευσαν.
然而在实际上,薛西斯在混乱发生时已经逃了出去,而冲进帐篷的希腊人则将遗留在里面的几乎所有人全部杀死。
§11.10.4τῆς δὲ νυκτὸς καθεστώσης ἐπλανῶντο καθʼ ὅλην τὴν παρεμβολὴν ζητοῦντες τὸν Ξέρξην εὐλόγως·
只要夜色还在持续,他们就理所当然地在整个营地中搜寻薛西斯,四处搜寻。
ἡμέρας δὲ γενομένης καὶ τῆς ὅλης περιστάσεως δηλωθείσης, οἱ μὲν Πέρσαι θεωροῦντες ὀλίγους ὄντας τοὺς Ἕλληνας, κατεφρόνησαν αὐτῶν, καὶ κατὰ στόμα μὲν οὐ συνεπλέκοντο, φοβούμενοι τὰς ἀρετὰς αὐτῶν, ἐκ δὲ τῶν πλαγίων καὶ ἐξόπισθεν περιιστάμενοι καὶ πανταχόθεν τοξεύοντες καὶ ἀκοντίζοντες ἅπαντας ἀπέκτειναν.
但当破晓来临,整个局势明朗之后,波斯人看到希腊人人数稀少,便蔑视他们;虽然他们因畏惧希腊人的勇猛而不敢正面交锋,但他们从侧翼和后方包围过来,从四面八方射箭投枪,将所有人全部杀害。
οἱ μὲν οὖν μετὰ Λεωνίδου τὰς ἐν Θερμοπύλαις παρόδους τηροῦντες τοιοῦτον ἔσχον τοῦ βίου τὸ τέλος.
于是,与列奥尼达斯一同守卫温泉关通道的人们,就这样结束了自己的一生。