Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.89.1-11.89.8

帕利凯圣所的热泉神罚与避难所

第 90 段,共 723 段 · 希腊语

内容简介

文中详细描述了帕利凯圣所的古老传说、具有神秘性质的火山孔(热水池)、在此进行的庄严誓言以及对违誓者的迅速神罚,并阐述了其作为奴隶避难所的社会功能。

§11.89.1ἐπεὶ δὲ περὶ τῶν θεῶν τούτων ἐμνήσθημεν, οὐκ ἄξιόν ἐστι παραλιπεῖν τὴν περὶ τὸ ἱερὸν ἀρχαιότητά τε καὶ τὴν ἀπιστίαν καὶ τὸ σύνολον τὸ περὶ τοὺς ὀνομαζομένους κρατῆρας ἰδίωμα.
既然我们已经提到了这些神明,就不应当忽略关于这座圣所的古老性、它的不可思议之处,以及总体上关于所谓“火山口”的独特特征。
μυθολογοῦσι γὰρ τὸ τέμενος τοῦτο διαφέρειν τῶν ἄλλων ἀρχαιότητι καὶ σεβασμῷ, πολλῶν ἐν αὐτῷ παραδόξων παραδεδομένων.
因为人们相传,这座圣所在古老和神圣方面均超越其他圣所,其中流传着许多奇异的传说。
§11.89.2πρῶτον μὲν γὰρ κρατῆρές εἰσι τῷ μεγέθει μὲν οὐ κατὰ πᾶν μεγάλοι, πηγὰς δʼ ἐξαισίους ἀναβάλλοντες ἐξ ἀμυθήτου τε βυθοῦ καὶ παραπλήσιον ἔχοντες τὴν φύσιν τοῖς λέβησι τοῖς ὑπὸ πυρὸς πολλοῦ καομένοις καὶ τὸ ὕδωρ διάπυρον ἀναβάλλουσιν.
首先,这里有一些火山口,虽然它们的体积并不算特别巨大,却从无法估量的深渊中喷涌出非凡的泉水,其性质非常类似于在烈火加热下喷涌出沸水的巨锅。
§11.89.3ἔμφασιν μὲν οὖν ἔχει τὸ ἀναβαλλόμενον ὕδωρ ὡς ὑπάρχει διάπυρον, οὐ μὴν ἀκριβῆ τὴν ἐπίγνωσιν ἔχει διὰ τὸ μηδένα τολμᾶν ἅψασθαι τούτου· τηλικαύτην γὰρ ἔχει κατάπληξιν ἡ τῶν ὑγρῶν ἀναβολὴ ὥστε δοκεῖν ὑπὸ θείας τινὸς ἀνάγκης γίνεσθαι τὸ συμβαῖνον.
因此,喷涌出的水给人一种炽热的印象,但并没有得到确切的确认,因为没有人敢去触摸它;因为液体的喷涌带来如此巨大的敬畏,以至于所发生的事情似乎是由于某种神圣的必然性而产生的。
§11.89.4τὸ μὲν γὰρ ὕδωρ θείου κατακόρου τὴν ὄσφρησιν ἔχει, τὸ δὲ χάσμα βρόμον πολὺν καὶ φοβερὸν ἐξίησι· τὸ δὲ τούτων παραδοξότερον, οὔτε ὑπερεκχεῖται τὸ ὑγρὸν οὔτε ἀπολείπει, κίνησιν δὲ καὶ βίαν ῥεύματος εἰς ὕψος ἐξαιρομένην ἔχει θαυμάσιον.
实际上,水散发着充斥着硫磺的气味,而裂口则发出巨大而可怕的轰鸣声;比这些更奇妙的是,液体既不溢出也不干涸,而是具有一种将水流提升到令人惊叹的高度的运动和力量。
§11.89.5τοιαύτης δὲ θεοπρεπείας οὔσης περὶ τὸ τέμενος, οἱ μέγιστοι τῶν ὅρκων ἐνταῦθα συντελοῦνται, καὶ τοῖς ἐπιορκήσασι συντόμως ἡ τοῦ δαιμονίου κόλασις ἀκολουθεῖ· τινὲς γὰρ τῆς ὁράσεως στερηθέντες τὴν ἐκ τοῦ τεμένους ἄφοδον ποιοῦνται.
由于圣所周围有如此符合神明尊严的威严,最庄严的誓言都在这里进行,神明的惩罚也会迅速降临在那些违背誓言的人身上;因为有些人被剥夺了视力后离开了圣所。
§11.89.6μεγάλης δʼ οὔσης δεισιδαιμονίας, οἱ τὰς ἀμφισβητήσεις ἔχοντες, ὅταν ὑπό τινος ὑπεροχῆς κατισχύωνται, τῇ διὰ τῶν ὅρκων τούτων ἀνακρίσει κρίνονται.
由于宗教敬畏感极强,那些心存争议的人,每当受到某种优越势力的压制时,都会通过这些誓言进行审判。
ἔστι δὲ τοῦτο τὸ τέμενος ἔκ τινων χρόνων ἄσυλον τετηρημένον, καὶ τοῖς ἀτυχοῦσιν οἰκέταις καὶ κυρίοις ἀγνώμοσι περιπεπτωκόσι πολλὴν παρέχεται βοήθειαν· §11.89.7τοὺς γὰρ εἰς τοῦτο καταφυγόντας οὐκ ἔχουσιν ἐξουσίαν οἱ δεσπόται βιαίως ἀπάγειν, καὶ μέχρι τούτου διαμένουσιν ἀσινεῖς, μέχρι ἂν ἐπὶ διωρισμένοις φιλανθρώποις πείσαντες οἱ κύριοι καὶ δόντες διὰ τῶν ὅρκων τὰς περὶ τῶν ὁμολογιῶν πίστεις ἀπαγάγωσι.
这座圣所自古以来就被维持为避难所,并为那些遭遇无情主人的不幸奴隶提供了极大的帮助;因为主人无权强行带走逃到这里的人,他们将保持无恙,直到主人在规定的人道条件下说服他们,并通过誓言对协议做出保证后,才能将他们带走。
§11.89.8καὶ οὐδεὶς ἱστορεῖται τῶν δεδωκότων τοῖς οἰκέταις πίστιν ταύτην παραβάς· οὕτω γὰρ ἡ τῶν θεῶν δεισιδαιμονία τοὺς ὀμόσαντας πρὸς τοὺς δούλους πιστοὺς ποιεῖ.
而且,在向奴隶做出过这种保证的主人中,没有任何一个被记录为违反了它;因为对神明的敬畏使那些立誓的主人对他们的奴隶如此忠诚。
ἔστι δὲ καὶ τὸ τέμενος ἐν πεδίῳ θεοπρεπεῖ κείμενον καὶ στοαῖς καὶ ταῖς ἄλλαις καταλύσεσιν ἱκανῶς κεκοσμημένον.
这座圣所也坐落在一片符合神明尊严的壮丽平原上,并配有充足的柱廊和其他住宿设施。
περὶ μὲν οὖν τούτων ἱκανῶς ἡμῖν εἰρήσθω, πρὸς δὲ τὴν συνεχῆ τοῖς προϊστορημένοις διήγησιν ἐπάνιμεν.
那么,关于这些事情我们已经说得足够了,现在我们回到与之前所记历史相连的叙述中。

词汇与语法注释

  1. 11.89.1τὸ σύνολον — 副词性用法,意为“总体上”或“总而言之”。用于在前面两个具体名词短语(“古老性”、“不可思议之处”)之后,引入一个更具概括性的特征(“独特特征”)。
  2. 11.89.2ἀναβάλλουσιν — 现在分词与格复数形式,修饰先行词 `λέβησι`(“大釜”)。它与前一个分词 `καομένοις` 形成并列修饰关系,需要注意避免与同形的直陈式第三人称复数动词相混淆。
  3. 11.89.3διὰ τὸ μηδένα τολμᾶν — 因果关系结构,介词 `διά` 后接宾格冠词性不定式 `τὸ τολμᾶν`,而宾格的 `μηδένα` 则作为该不定式的意义上主语(意为“因为没有人敢于……”)。
  4. 11.89.8παραβάς — 主格不定过去时分词,修饰被动语态动词 `ἱστορεῖται`(“被记录”)的主语 `οὐδείς`(“没有任何人”)。在希腊语中,表示报道或认知的动词在被动语态时,常带有一个主格分词以构成间接叙述(意为“被记录为违反了……”),而非仅使用不定式。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.89.1-11.89.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.89.1-11.89.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。