Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.88.1-11.88.6

雅典的殖民分地与杜凯提乌斯建立帕利凯

第 89 段,共 723 段 · 希腊语

内容简介

将军伯里克利对伯罗奔尼撒的远征及雅典的殖民活动,以及西西里叙拉古对第勒尼安人的远征和西凯尔人领袖杜凯提乌斯对帕利凯城的建立。

§11.88.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσικράτους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Γάιος Ναύτιος Ῥούτιλος καὶ Λεύκιος Μινούκιος Καρουτιανός.
在雅典由吕西克拉特斯担任执政官时,罗马选出了执政官盖乌斯·纳乌提乌斯·鲁蒂卢斯和卢基乌斯·米努基乌斯·卡鲁蒂阿努斯。
ἐπὶ δὲ τούτων Περικλῆς ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀποβὰς εἰς Πελοπόννησον ἐδῄωσε τὴν τῶν Σικυωνίων χώραν.
在他们任职期间,雅典人的将军伯里克利在伯罗奔尼撒登陆,蹂躏了西库昂人的领土。
§11.88.2ἐπεξελθόντων δʼ ἐπʼ αὐτὸν τῶν Σικυωνίων πανδημεὶ καὶ μάχης γενομένης, ὁ Περικλῆς νικήσας καὶ πολλοὺς κατὰ τὴν φυγὴν ἀνελὼν κατέκλεισεν αὐτοὺς εἰς πολιορκίαν.
尽管西库昂人全体出动向他进攻,并发生了一场战斗,但伯里克利赢得了胜利,并在他们逃跑时杀死了许多人,将他们围困在城内。
προσβολὰς δὲ ποιούμενος τοῖς τείχεσι, καὶ μὴ δυνάμενος ἑλεῖν τὴν πόλιν, ἔτι δὲ καὶ τῶν Λακεδαιμονίων ἀποστειλάντων βοήθειαν τοῖς πολιορκουμένοις, ἀνέζευξεν ἐκ τῆς Σικυῶνος· εἰς δὲ τὴν Ἀκαρνανίαν πλεύσας καὶ τὴν τῶν Οἰνιαδῶν χώραν καταδραμὼν καὶ λαφύρων πλῆθος ἀθροίσας, ἀπέπλευσεν ἐκ τῆς Ἀκαρνανίας.
但在对城墙发起进攻却无法攻克城市之后,加之拉刻代蒙人向被围困者派出了援军,他便从西库昂撤军;随后他航行到阿卡纳尼亚,蹂躏了奥伊尼亚代人的领土,收集了大量战利品,然后从阿卡纳尼亚乘船离开。
§11.88.3μετὰ δὲ ταῦτα ἐλθὼν εἰς Χερρόνησον χιλίοις τῶν πολιτῶν κατεκληρούχησε τὴν χώραν.
在这些事件之后,他前往赫耳索涅索斯,将那里的土地通过抽签分配给了一千名公民。
ἅμα δὲ τούτοις πραττομένοις Τολμίδης ὁ ἕτερος στρατηγὸς εἰς τὴν Εὔβοιαν παρελθὼν ἄλλοις χιλίοις πολίταις ταύτην καὶ τὴν τῶν Ναξίων γῆν διένειμε.
在这些事情进行的同时,另一位将军托尔米德斯进入欧波亚,将这片土地和纳克索斯人的土地分配给了另外一千名公民。
§11.88.4κατὰ δὲ τὴν Σικελίαν Τυρρηνῶν λῃζομένων τὴν θάλατταν, οἱ Συρακόσιοι ναύαρχον ἑλόμενοι Φάϋλλον ἔπεμψαν εἰς τὴν Τυρρηνίαν.
与此同时,在西西里,由于第勒尼安人在海上进行海盗活动,叙拉古人推选法乌鲁斯为海军统帅,并将他派往第勒尼安。
οὗτος δʼ ἐκπλεύσας τὸ μὲν πρῶτον νῆσον τὴν ὀνομαζομένην Αἰθάλειαν ἐπόρθησε, παρὰ δὲ τῶν Τυρρηνῶν λάθρᾳ χρήματα λαβών, ἀπέπλευσεν εἰς τὴν Σικελίαν οὐδὲν ἄξιον μνήμης διαπραξάμενος.
他乘船出发,起初蹂躏了名为埃塔利亚的岛屿,但在秘密收受了第勒尼安人的钱财后,他乘船返回了西西里,没有做出任何值得提及的功绩。
§11.88.5οἱ δὲ Συρακόσιοι τοῦτον μὲν ὡς προδότην καταδικάσαντες ἐφυγάδευσαν, ἕτερον δὲ στρατηγὸν καταστήσαντες Ἀπελλῆν ἐξαπέστειλαν ἐπὶ Τυρρηνοὺς ἔχοντα τριήρεις ἑξήκοντα.
叙拉古人判定他为叛徒并将其流放,随后任命了另一位将军阿佩莱斯,派遣他率领六十艘三列桨战船去讨伐第勒尼安人。
οὗτος δὲ τὴν παραθαλάττιον Τυρρηνίαν καταδραμών, ἀπῆρεν εἰς Κύρνον κατεχομένην ὑπὸ Τυρρηνῶν κατʼ ἐκείνους τοὺς χρόνους· πορθήσας δὲ πλεῖστα τῆς νήσου καὶ τὴν Αἰθάλειαν χειρωσάμενος, ἐπανῆλθεν εἰς τὰς Συρακούσας αἰχμαλώτων τε πλῆθος κομίζων καὶ τὴν ἄλλην ὠφέλειαν ἄγων οὐκ ὀλίγην.
他在蹂躏了第勒尼安沿海地区后,起航前往当时由第勒尼安人控制的科耳诺斯岛;在掠夺了该岛的大部分地方并征服了埃塔利亚之后,他返回了叙拉古,带回了大量的俘虏和同样不少的其他战利品。
§11.88.6μετὰ δὲ ταῦτα Δουκέτιος ὁ τῶν Σικελῶν ἀφηγούμενος τὰς πόλεις ἁπάσας τὰς ὁμοεθνεῖς πλὴν τῆς Ὕβλας εἰς μίαν καὶ κοινὴν ἤγαγε συντέλειαν, δραστικὸς δʼ ὢν νεωτέρων ὠρέγετο πραγμάτων, καὶ παρὰ τοῦ κοινοῦ τῶν Σικελῶν ἀθροίσας δύναμιν ἀξιόλογον τὰς Μένας, ἥτις ἦν αὐτοῦ πατρίς, μετῴκισεν εἰς τὸ πεδίον, καὶ πλησίον τοῦ τεμένους τῶν ὀνομαζομένων Παλικῶν ἔκτισε πόλιν ἀξιόλογον, ἣν ἀπὸ τῶν προειρημένων θεῶν ὠνόμαζε Παλικήν.
在这些事件之后,西凯尔人的领袖杜凯提乌斯将除许布拉以外的所有同族城市联合成了一个统一的联邦。 由于他是一个精力充沛的人,他渴望进行新的变革,并在从西凯尔人公共联盟中募集了一支相当可观的军队后,将他祖国梅奈的居民迁往平原,并在被称为帕利科伊的神明圣地附近建立了一座引人注目的城市,他根据前述神明的名字将其命名为帕利凯。

词汇与语法注释

  1. 11.88.2ἐπεξελθόντων δʼ ἐπʼ αὐτὸν τῶν Σικυωνίων πανδημεὶ καὶ μάχης γενομένης — 两个属格绝对(genitive absolute)从句通过 καὶ 并列,引入了与主句主语(ὁ Περικλῆς)不同的主语(τῶν Σικυωνίων 和 μάχης),用以说明在主句动作之前或同时发生的背景状况。
  2. 11.88.3χιλίοις τῶν πολιτῶν κατεκληρούχησε τὴν χώραν — 动词 κατεκληρούχησε(源自 κατακληρουχέω,“抽签分配、殖民”)在此支配被分配土地的宾格(τὴν χώραν)以及接受分配受益者的与格(χιλίοις τῶν πολιτῶν)。
  3. 11.88.5ἀπῆρεν εἰς Κύρνον — 动词 ἀπῆρεν 是 ἀπαίρω(起锚、使出发)的过去时直说法语态第三人称单数。这里省略了像 τὰς ναῦς(船只)或 τὸν στρατόν(军队)这样的宾语,作不及物动词使用,意为“(乘船)起航”或“出发”。
  4. 11.88.6νεωτέρων ὠρέγετο πραγμάτων — 动词 ὠρέγετο(ὀρέγομαι“渴望、追求”的未完成过去时)支配属格,在此由比较级形容词 νεωτέρων 和名词 πραγμάτων 充当其宾语。短语 νεώτερα πράγματα 通常指“新事物”,特别是在政治语境中指“变革”或“大业”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.88.1-11.88.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.88.1-11.88.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。