§11.90.1ὁ γὰρ Δουκέτιος τὴν Παλικὴν κτίσας καὶ περιλαβὼν αὐτὴν ἀξιολόγῳ τείχει, κατεκληρούχησε τὴν ὅμορον χώραν.
因为杜凯提乌斯创建了帕利凯,并用坚固的城壁将其围起,分封了邻近的土地。
συνέβη δὲ τὴν πόλιν ταύτην διὰ τὴν τῆς χώρας ἀρετὴν καὶ διὰ τὸ πλῆθος τῶν οἰκητόρων ταχεῖαν λαβεῖν αὔξησιν.
而由于该土地的肥沃和居民的众多,这座城市得以迅速发展。
§11.90.2οὐ πολὺν δὲ χρόνον εὐδαιμονήσασα κατεσκάφη, καὶ διέμεινεν ἀοίκητος μέχρι τῶν καθʼ ἡμᾶς χρόνων· περὶ ὧν τὰ κατὰ μέρος ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις.
然而,这座城市并未繁荣多久便被彻底摧毁,并一直荒废至今;关于这些事情,我们将在各自适当的时代予以详细记载。
§11.90.3καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势大抵如此。
κατὰ δὲ τὴν Ἰταλίαν μετὰ τὴν κατασκαφὴν τῆς Συβάρεως ὑπὸ τῶν Κροτωνιατῶν ὕστερον ἔτεσιν ὀκτὼ πρὸς τοῖς πεντήκοντα Θετταλὸς συναγαγὼν τοὺς ὑπολοίπους τῶν Συβαριτῶν ἐξ ἀρχῆς ᾤκισε τὴν Σύβαριν, κειμένην ἀνὰ μέσον ποταμῶν δυοῖν, τοῦ τε Συβάριος καὶ Κράθιος.
而在意大利,在克罗托内人摧毁锡巴里斯五十八年之后,塞萨洛斯召集了锡巴里斯的幸存者,从头重建了坐落在锡巴里斯河与克拉蒂斯河这两条河流之间的锡巴里斯。
§11.90.4ἀγαθὴν δʼ ἔχοντες χώραν ταχὺ ταῖς οὐσίαις προσανέβησαν.
由于拥有肥沃的土地,他们的财富迅速增加。
κατασχόντες δὲ τὴν πόλιν ἔτη ὀλίγα πάλιν ἐξέπεσον ἐκ τῆς Συβάρεως· περὶ ὧν τὰ κατὰ μέρος ἀναγράψαι πειρασόμεθα κατὰ τὴν ἐχομένην βίβλον.
但在占领该城仅几年后,他们便再次被逐出锡巴里斯;关于这些事情,我们将在接下来的卷册中尝试予以详细记载。