§11.89.1ἐπεὶ δὲ περὶ τῶν θεῶν τούτων ἐμνήσθημεν, οὐκ ἄξιόν ἐστι παραλιπεῖν τὴν περὶ τὸ ἱερὸν ἀρχαιότητά τε καὶ τὴν ἀπιστίαν καὶ τὸ σύνολον τὸ περὶ τοὺς ὀνομαζομένους κρατῆρας ἰδίωμα.
私たちがこれらの神々について言及したからには、その聖域にまつわる古さ、その信じがたさ、そして総じて、いわゆる「クレーター」と呼ばれるものに関する特異な性質を語らずに済ませることは適切ではない。
μυθολογοῦσι γὰρ τὸ τέμενος τοῦτο διαφέρειν τῶν ἄλλων ἀρχαιότητι καὶ σεβασμῷ, πολλῶν ἐν αὐτῷ παραδόξων παραδεδομένων.
人々が語り伝えるところによれば、この聖域は古さと尊厳において他のすべての聖域に勝っており、そこには多くの驚異的な事象が伝わっているからである。
§11.89.2πρῶτον μὲν γὰρ κρατῆρές εἰσι τῷ μεγέθει μὲν οὐ κατὰ πᾶν μεγάλοι, πηγὰς δʼ ἐξαισίους ἀναβάλλοντες ἐξ ἀμυθήτου τε βυθοῦ καὶ παραπλήσιον ἔχοντες τὴν φύσιν τοῖς λέβησι τοῖς ὑπὸ πυρὸς πολλοῦ καομένοις καὶ τὸ ὕδωρ διάπυρον ἀναβάλλουσιν.
第一に、ここにはクレーターがあり、その大きさは全体として極めて大きいわけではないが、計り知れない深淵から並外れた泉を噴き出しており、その性質は、強い火にかけられて激しく沸き立つ水を噴き出す大釜に非常によく似ている。
§11.89.3ἔμφασιν μὲν οὖν ἔχει τὸ ἀναβαλλόμενον ὕδωρ ὡς ὑπάρχει διάπυρον, οὐ μὴν ἀκριβῆ τὴν ἐπίγνωσιν ἔχει διὰ τὸ μηδένα τολμᾶν ἅψασθαι τούτου·
したがって、噴き出される水は熱湯であるかのような印象を与えるが、誰もそれに触れようとしないため、確実な確認はなされていない。
τηλικαύτην γὰρ ἔχει κατάπληξιν ἡ τῶν ὑγρῶν ἀναβολὴ ὥστε δοκεῖν ὑπὸ θείας τινὸς ἀνάγκης γίνεσθαι τὸ συμβαῖνον.
というのも、その液体の噴出は、そこで起こっていることが何か神聖な必然性によって生じていると思わせるほど、それほどまでに大きな畏怖を抱かせるからである。
§11.89.4τὸ μὲν γὰρ ὕδωρ θείου κατακόρου τὴν ὄσφρησιν ἔχει, τὸ δὲ χάσμα βρόμον πολὺν καὶ φοβερὸν ἐξίησι·
実際、水は硫黄が充満した臭いを放ち、その割れ目は大きくて恐ろしい轟音を放ち出す。
τὸ δὲ τούτων παραδοξότερον, οὔτε ὑπερεκχεῖται τὸ ὑγρὸν οὔτε ἀπολείπει, κίνησιν δὲ καὶ βίαν ῥεύματος εἰς ὕψος ἐξαιρομένην ἔχει θαυμάσιον.
そしてこれらよりも驚異的なことには、その液体は溢れ出ることもなく、枯渇することもなく、驚くべき高さにまで立ち昇る流れの動きと勢いを有している。
§11.89.5τοιαύτης δὲ θεοπρεπείας οὔσης περὶ τὸ τέμενος, οἱ μέγιστοι τῶν ὅρκων ἐνταῦθα συντελοῦνται, καὶ τοῖς ἐπιορκήσασι συντόμως ἡ τοῦ δαιμονίου κόλασις ἀκολουθεῖ·
聖域の周囲にはこのような神にふさわしい威厳があるため、最も厳粛な誓いがここで行われ、誓いを破った者には神罰が速やかに下される。
τινὲς γὰρ τῆς ὁράσεως στερηθέντες τὴν ἐκ τοῦ τεμένους ἄφοδον ποιοῦνται.
すなわち、ある者は視力を奪われた状態で聖域から退場することになる。
§11.89.6μεγάλης δʼ οὔσης δεισιδαιμονίας, οἱ τὰς ἀμφισβητήσεις ἔχοντες, ὅταν ὑπό τινος ὑπεροχῆς κατισχύωνται, τῇ διὰ τῶν ὅρκων τούτων ἀνακρίσει κρίνονται.
宗教的な畏怖が大きいため、紛争を抱える人々は、何らかの優位な力によって圧倒されそうになるとき、これらの誓いによる究極の詮議によって裁かれる。
ἔστι δὲ τοῦτο τὸ τέμενος ἔκ τινων χρόνων ἄσυλον τετηρημένον, καὶ τοῖς ἀτυχοῦσιν οἰκέταις καὶ κυρίοις ἀγνώμοσι περιπεπτωκόσι πολλὴν παρέχεται βοήθειαν·
この聖域は古くからアジールとして維持されており、不運な境遇にあり、無情な主人に出会ってしまった奴隷たちに大いなる助けを提供している。
§11.89.7τοὺς γὰρ εἰς τοῦτο καταφυγόντας οὐκ ἔχουσιν ἐξουσίαν οἱ δεσπόται βιαίως ἀπάγειν, καὶ μέχρι τούτου διαμένουσιν ἀσινεῖς, μέχρι ἂν ἐπὶ διωρισμένοις φιλανθρώποις πείσαντες οἱ κύριοι καὶ δόντες διὰ τῶν ὅρκων τὰς περὶ τῶν ὁμολογιῶν πίστεις ἀπαγάγωσι.
なぜなら、ここに逃げ込んだ人々を、主人が暴力的に連れ去る権限はなく、主人が誓いを通じて合意事項に対する保証を与え、定められた人道的な条件のもとで納得させて連れ戻すまでは、彼らは無傷のままで留まり続けるからである。
§11.89.8καὶ οὐδεὶς ἱστορεῖται τῶν δεδωκότων τοῖς οἰκέταις πίστιν ταύτην παραβάς·
そして、奴隷にこのような保証を与えながら、それを違えた主人は一人も記録されていない。
οὕτω γὰρ ἡ τῶν θεῶν δεισιδαιμονία τοὺς ὀμόσαντας πρὸς τοὺς δούλους πιστοὺς ποιεῖ.
神々に対する畏怖は、誓いを立てた主人たちを、その奴隷たちに対してそれほどまでに誠実にさせるのである。
ἔστι δὲ καὶ τὸ τέμενος ἐν πεδίῳ θεοπρεπεῖ κείμενον καὶ στοαῖς καὶ ταῖς ἄλλαις καταλύσεσιν ἱκανῶς κεκοσμημένον.
この聖域はまた、神にふさわしい荘厳な平野に位置しており、柱廊やその他の宿泊施設によって十分に装飾されている。
περὶ μὲν οὖν τούτων ἱκανῶς ἡμῖν εἰρήσθω, πρὸς δὲ τὴν συνεχῆ τοῖς προϊστορημένοις διήγησιν ἐπάνιμεν.
さて、これらのことについては十分に語ったことにして、私たちはこれまでに記録された歴史に続く叙述へと戻ることにしよう。