§11.86.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρίστωνος Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Φάβιον Οὐιβουλανὸν καὶ Λεύκιον Κορνήλιον Κουριτῖνον.
在雅典由阿里斯顿担任执政官时,罗马人任命昆图斯·法比乌斯·维布拉努斯和卢基乌斯·科尔内利乌斯·库里蒂努斯为执政官。
ἐπὶ δὲ τούτων Ἀθηναίοις καὶ Πελοποννησίοις πενταετεῖς ἐγένοντο σπονδαί, Κίμωνος τοῦ Ἀθηναίου συνθεμένου ταύτας.
在他们任内,雅典人与伯罗奔尼撒人之间缔结了为期五年的停战协定,这是由雅典人西蒙促成的。
§11.86.2κατὰ δὲ τὴν Σικελίαν Ἐγεσταίοις καὶ Λιλυβαίταις ἐνέστη πόλεμος περὶ χώρας τῆς πρὸς τῷ Μαζάρῳ ποταμῷ· γενομένης δὲ μάχης ἰσχυρᾶς συνέβη πολλοὺς παρʼ ἀμφοτέροις ἀναιρεθῆναι καὶ τῆς φιλοτιμίας μὴ λῆξαι τὰς πόλεις.
在西西里,埃杰斯塔人与利留拜翁人因马扎罗斯河附近的土地爆发了战争;在发生了一场激烈的战斗后,结果是双方都有许多人阵亡,且两座城市均未停止争斗。
§11.86.3μετὰ δὲ τὴν πολιτογραφίαν τὴν ἐν ταῖς πόλεσι γενομένην καὶ τὸν ἀναδασμὸν τῆς χώρας, πολλῶν εἰκῇ καὶ ὡς ἔτυχε πεπολιτογραφημένων, ἐνόσουν αἱ πόλεις καὶ πάλιν εἰς πολιτικὰς στάσεις καὶ ταραχὰς ἐνέπιπτον· μάλιστα δὲ τὸ κακὸν ἐπεπόλασεν ἐν ταῖς Συρακούσαις.
在各城市进行公民权授予和土地重新分配之后,由于许多人被随意且偶然地登记为公民,各城市弊端丛生,再次陷入内讧和混乱之中;而这一祸端在叙拉古蔓延得尤为严重。
§11.86.4Τυνδαρίδης γάρ τις τοὔνομα, θράσους καὶ τόλμης γέμων ἄνθρωπος, τὸ μὲν πρῶτον πολλοὺς τῶν πενήτων ἀνελάμβανε, καὶ σωματοποιῶν τούτους ἑαυτῷ πρὸς τυραννίδα ἑτοίμους ἐποίει δορυφόρους.
因为有一个名叫廷达里德斯的人,是个充满傲慢与大胆之徒,起初他拉拢了许多穷人,并将他们组织起来,使其成为随时准备为他建立篡夺僭主之位的贴身卫队。
μετὰ δὲ ταῦτα ἤδη φανερὸς ὢν ὅτι δυναστείας ὀρέγεται, θανάτου κρίσιν ὑποσχὼν κατεδικάσθη.
此后,由于他觊觎统治权的企图已昭然若揭,他被以死罪起诉并被判处死刑。
§11.86.5ἀπαγομένου δὲ εἰς τὸ δεσμωτήριον οἱ πολυωρηθέντες ὑπʼ αὐτοῦ συνεστράφησαν καὶ τοῖς ἀπάγουσι τὰς χεῖρας ἐπέφερον.
在他被押往监狱时,那些曾深受他关照的人集结起来,向押送他的人动起手来。
ταραχῆς δὲ γενομένης κατὰ τὴν πόλιν, συνεστράφησαν οἱ χαριέστατοι τῶν πολιτῶν, καὶ τοὺς νεωτερίσαντας συναρπάσαντες ἅμα τῷ Τυνδαρίδῃ ἀνεῖλον.
城中发生混乱后,最优秀的公民们集结起来,将那些作乱之人连同廷达里德斯一同逮捕并处死。
πλεονάκις δὲ τούτου γινομένου, καὶ τῶν ἀνδρῶν τυραννίδος ἐπιθυμούντων, ὁ δῆμος ἐπηνέχθη μιμήσασθαι τοὺς Ἀθηναίους, καὶ νόμον θεῖναι παραπλήσιον τῷ παρʼ ἐκείνοις γεγραμμένῳ περὶ ὀστρακισμοῦ.
由于这种事情频繁发生,且不断有人觊觎僭主统治,民众便倾向于效仿雅典人,制定了一部与雅典人关于陶片放逐法的规定相似的法律。