Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.87.1-11.87.6

叙拉古叶片放逐法的运作与弊端废除

第 88 段,共 723 段 · 希腊语

内容简介

比较了雅典的陶片放逐法和叙拉古的叶片放逐法(petalism)的机制与名称由来,并阐述了叙拉古因该制度导致优秀公民回避政治、煽动家横行及社会退化而迅速将其废除的过程。

§11.87.1παρὰ γὰρ Ἀθηναίοις ἕκαστον τῶν πολιτῶν ἔδει γράφειν εἰς ὄστρακον τοὔνομα τοῦ δοκοῦντος μάλιστα δύνασθαι τυραννεῖν τῶν πολιτῶν, παρὰ δὲ τοῖς Συρακοσίοις εἰς πέταλον ἐλαίας γράφεσθαι τὸν δυνατώτατον τῶν πολιτῶν, διαριθμηθέντων δὲ τῶν πετάλων τὸν πλεῖστα πέταλα λαβόντα φεύγειν πενταετῆ χρόνον.
因为在雅典人中,每个市民都必须在陶片上写下在市民中看来最有可能篡夺僭主之位者的名字,而在叙拉古人中,最强有力的市民的名字则被写在奥树叶上,在清点树叶后,获得树叶最多的人要被流放五年。
§11.87.2τούτῳ γὰρ τῷ τρόπῳ διελάμβανον ταπεινώσειν τὰ φρονήματα τῶν πλεῖστον ἰσχυόντων ἐν ταῖς πατρίσι· καθόλου γὰρ οὐ πονηρίας κολάσεις ἐλάμβανον παρὰ τῶν παρανομούντων, ἀλλὰ δυνάμεως καὶ αὐξήσεως τῶν ἀνδρῶν ἐποίουν ταπείνωσιν.
因为他们认为通过这种方式可以挫败在各自祖国中最有权势者的气焰;因为总的来说,他们并不是对违法者的恶行施加惩罚,而是要抑制这些人的权力和扩张。
οἱ μὲν οὖν Ἀθηναῖοι τοῦτο τὸ γένος τῆς νομοθεσίας ὠνόμασαν ἀπὸ τοῦ συμβεβηκότος ὀστρακισμόν, οἱ δὲ Συρακόσιοι πεταλισμόν.
因此,雅典人根据这一特征将此类立法命名为“陶片放逐法”,而叙拉古人则称之为“叶片放逐法”。
§11.87.3οὗτος δὲ ὁ νόμος διέμεινε παρὰ μὲν τοῖς Ἀθηναίοις ἐπὶ πολὺν χρόνον, παρὰ δὲ τοῖς Συρακοσίοις κατελύθη ταχὺ διὰ τοιαύτας τινὰς αἰτίας.
这一法律在雅典人中维持了很长时间,但在叙拉古人中却很快因以下原因而被废除。
§11.87.4τῶν μεγίστων ἀνδρῶν φυγαδευομένων οἱ χαριέστατοι τῶν πολιτῶν καὶ δυνάμενοι διὰ τῆς ἰδίας ἀρετῆς πολλὰ τῶν κοινῶν ἐπανορθοῦν ἀφίσταντο τῶν δημοσίων πράξεων, καὶ διὰ τὸν ἀπὸ τοῦ νόμου φόβον ἰδιωτεύοντες διετέλουν, ἐπιμελόμενοι δὲ τῆς ἰδίας οὐσίας εἰς τρυφὴν ἀπέκλινον, οἱ δὲ πονηρότατοι τῶν πολιτῶν καὶ τόλμῃ διαφέροντες ἐφρόντιζον τῶν δημοσίων καὶ τὰ πλήθη πρὸς ταραχὴν καὶ νεωτερισμὸν προετρέποντο.
随着最伟大的成员被流放,最优秀的公民以及能够凭借自身德行纠正诸多公共事务的人,纷纷退出了公共事务,由于对该法律的恐惧,他们一直作为普通私人生活,在打理个人财产之余开始转向奢侈享乐;相反,最邪恶且胆大妄为的公民则把持了公共事务,并煽动民众走向混乱和变革。
§11.87.5διόπερ στάσεων γινομένων πάλιν, καὶ τῶν πολλῶν εἰς διαφορὰς ἐκτρεπομένων, πάλιν ἡ πόλις εἰς συνεχεῖς καὶ μεγάλας ἐνέπιπτε ταραχάς·
因此,随着内讧再次发生,大众转向对立,城市再次陷入持续而巨大的混乱之中。
ἐπεπόλαζε γὰρ δημαγωγῶν πλῆθος καὶ συκοφαντῶν, καὶ λόγου δεινότης ὑπὸ τῶν νεωτέρων ἠσκεῖτο, καὶ καθόλου πολλοὶ τὰ φαῦλα τῶν ἐπιτηδευμάτων ἀντὶ τῆς παλαιᾶς καὶ σπουδαίας ἀγωγῆς ἠλλάττοντο, καὶ ταῖς μὲν οὐσίαις διὰ τὴν εἰρήνην προέκοπτον, τῆς δʼ ὁμονοίας καὶ τοῦ δικαιοπραγεῖν ὀλίγη τις ἐγίνετο φροντίς.
因为大量的煽动政治家和密告者横行,年轻一代钻研辩论技巧,总的来说,许多人放弃了古老而严谨的教养,换取了低俗的行径,虽然由于和平他们在财富上有所增进,但对和睦与公正行事的关注却变得微乎其微。
§11.87.6διόπερ οἱ Συρακόσιοι μεταγνόντες τὸν περὶ τοῦ πεταλισμοῦ νόμον κατέλυσαν, ὀλίγον χρόνον αὐτῷ χρησάμενοι.
因此,叙拉古人回心转意,废除了关于叶片放逐法的法律,他们使用该法的时间并不长。
καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势大体便是如此。

词汇与语法注释

  1. 11.87.1ἔδει — 无人称动词 `ἔδει`(未完成过去时)不仅支配前半句的动词不定式 `γράφειν`(主动态),也同样支配后半句的 `γράφεσθαι`(被动态不定式)和 `φεύγειν`(主动态不定式),用以在并列结构中对比雅典与叙拉古两地的制度。
  2. 11.87.2ἀπὸ τοῦ συμβεβηκότος — 意为“源于附带发生的事物”或“根据其伴随特征”。在此指这套制度的命名源于在投票过程中作为工具使用的附带媒介(陶片或奥リーブ叶)。
  3. 11.87.4ἰδιωτεύοντες διετέλουν — 现在分词 `ἰδιωτεύοντες` 与起辅助动词作用的 `διατελέω` 连用,构成表示持续状态的构文,意为“一直作为普通私人生活”。
  4. 11.87.5ἠλλάττοντο — 动词 `ἀλλάττω` 的中介态(未完成过去时),意为“为自己交换”。宾格的 `τὰ φαῦλα τῶν ἐπιτηδευμάτων` 表示换得的事物,介词短语 `ἀντὶ ...` 表示放弃(作为代价)的事物,整句意为“他们用古老而严谨的教养换取了低俗的行径”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.87.1-11.87.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.87.1-11.87.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。