§11.86.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρίστωνος Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Φάβιον Οὐιβουλανὸν καὶ Λεύκιον Κορνήλιον Κουριτῖνον.
アテナイでアリストンが執政官のとき、ローマ人はクイントゥス・ファビウス・ウィブラヌスとルキウス・コルネリウス・クリティヌスを執政官に任命した。
ἐπὶ δὲ τούτων Ἀθηναίοις καὶ Πελοποννησίοις πενταετεῖς ἐγένοντο σπονδαί, Κίμωνος τοῦ Ἀθηναίου συνθεμένου ταύτας.
彼らのもとで、アテナイ人とペロポネソス人の間に5年間の休戦条約が結ばれたが、これはアテナイ人のキモンが交渉してまとめたものであった。
§11.86.2κατὰ δὲ τὴν Σικελίαν Ἐγεσταίοις καὶ Λιλυβαίταις ἐνέστη πόλεμος περὶ χώρας τῆς πρὸς τῷ Μαζάρῳ ποταμῷ·
シケリアにおいては、エゲスタ人とリリュバイオン人の間で、マザロス川沿いの土地をめぐる戦争が勃発した。
γενομένης δὲ μάχης ἰσχυρᾶς συνέβη πολλοὺς παρʼ ἀμφοτέροις ἀναιρεθῆναι καὶ τῆς φιλοτιμίας μὴ λῆξαι τὰς πόλεις.
激しい戦闘が起こり、両者において多くの者が戦死し、両都市が反目をやめないという結果になった。
§11.86.3μετὰ δὲ τὴν πολιτογραφίαν τὴν ἐν ταῖς πόλεσι γενομένην καὶ τὸν ἀναδασμὸν τῆς χώρας, πολλῶν εἰκῇ καὶ ὡς ἔτυχε πεπολιτογραφημένων, ἐνόσουν αἱ πόλεις καὶ πάλιν εἰς πολιτικὰς στάσεις καὶ ταραχὰς ἐνέπιπτον·
諸都市で行われた市民権の付与と土地の再分配の後、多くの人々がむやみに、かつ行き当たりばったりに市民として登録されたため、諸都市は病み、再び内紛と混乱に陥った。
μάλιστα δὲ τὸ κακὸν ἐπεπόλασεν ἐν ταῖς Συρακούσαις.
とりわけこの悪弊はシュラクサイで猛威を振るった。
§11.86.4Τυνδαρίδης γάρ τις τοὔνομα, θράσους καὶ τόλμης γέμων ἄνθρωπος, τὸ μὲν πρῶτον πολλοὺς τῶν πενήτων ἀνελάμβανε, καὶ σωματοποιῶν τούτους ἑαυτῷ πρὸς τυραννίδα ἑτοίμους ἐποίει δορυφόρους.
というのも、トュンダリデスという名の、傲慢と不敵さに満ちた男が、最初は多くの貧民を味方に引き入れ、彼らを組織して、自らの僭主支配のための護衛兵に仕立て上げたからである。
μετὰ δὲ ταῦτα ἤδη φανερὸς ὢν ὅτι δυναστείας ὀρέγεται, θανάτου κρίσιν ὑποσχὼν κατεδικάσθη.
その後、彼が支配権を渇望していることがすでに明白になったため、死罪を伴う裁判にかけられ、有罪判決を下された。
§11.86.5ἀπαγομένου δὲ εἰς τὸ δεσμωτήριον οἱ πολυωρηθέντες ὑπʼ αὐτοῦ συνεστράφησαν καὶ τοῖς ἀπάγουσι τὰς χεῖρας ἐπέφερον.
彼が牢獄へと連行される際、彼から恩恵を受けていた者たちが結集し、連行する者たちに暴行を加えた。
ταραχῆς δὲ γενομένης κατὰ τὴν πόλιν, συνεστράφησαν οἱ χαριέστατοι τῶν πολιτῶν, καὶ τοὺς νεωτερίσαντας συναρπάσαντες ἅμα τῷ Τυνδαρίδῃ ἀνεῖλον.
市内に混乱が生じると、市民の中で最も優れた者たちが結集し、反乱を起こした者たちをトュンダリデスとともに捕らえて処刑した。
πλεονάκις δὲ τούτου γινομένου, καὶ τῶν ἀνδρῶν τυραννίδος ἐπιθυμούντων, ὁ δῆμος ἐπηνέχθη μιμήσασθαι τοὺς Ἀθηναίους, καὶ νόμον θεῖναι παραπλήσιον τῷ παρʼ ἐκείνοις γεγραμμένῳ περὶ ὀστρακισμοῦ.
このようなことが度々起こり、人々が僭主の地位を望んだため、民衆はアテナイ人を模倣し、彼らのもとで定められている陶片追放に関するものと類似した法律を制定するに至った。