Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.7.1-11.7.4

温泉关的激战与波斯精锐的败退

第 8 段,共 723 段 · 希腊语

内容简介

温泉关爆发了惨烈的近身肉搏战。凭借重型装备和狭窄的地形,希腊军队成功击退了波斯军的轮番进攻(包括米底人、基西亚人、萨卡人以及精锐的“不死队”),并在夜幕降临时占得绝对优势。

§11.7.1γενομένης δὲ μάχης καρτερᾶς, καὶ τῶν μὲν βαρβάρων θεατὴν ἐχόντων τῆς ἀρετῆς τὸν βασιλέα, τῶν δὲ Ἑλλήνων μιμνησκομένων τῆς ἐλευθερίας καὶ παρακαλουμένων ὑπὸ τοῦ Λεωνίδου πρὸς τὸν ἀγῶνα, θαυμαστὸν συνέβαινε γίνεσθαι τὸν κίνδυνον.
一场激烈的战斗爆发了,一方面蛮族人有国王作为他们英勇的见证者,另一方面希腊人铭记着自由,并在列奥尼达斯的鼓舞下投入战斗,使得这场交锋变得异乎寻常地惨烈。
§11.7.2συστάδην γὰρ οὔσης τῆς μάχης καὶ τῶν πληγῶν ἐκ χειρὸς γινομένων, ἔτι δὲ τῆς συστάσεως πεπυκνωμένης, ἐπὶ πολὺν χρόνον ἰσόρροπος ἦν ἡ μάχη.
因为战斗是短兵相接的,手刃相搏,且阵形极其密集,在很长一段时间里战斗处于势均力敌的状态。
τῶν δʼ Ἑλλήνων ὑπερεχόντων ταῖς ἀρεταῖς καὶ τῷ μεγέθει τῶν ἀσπίδων, μόγις ἐνέδωκαν οἱ Μῆδοι· πολλοὶ μὲν γὰρ αὐτῶν ἔπεσον, οὐκ ὀλίγοι δὲ κατετραυματίσθησαν.
由于希腊人在英勇和盾牌的尺寸上占了上风,米底人终于支撑不住而退却;因为他们当中有许多人阵亡,不少人受伤。
τοῖς δὲ Μήδοις ἐπιτεταγμένοι Κίσσιοι καὶ Σάκαι κατʼ ἀρετὴν ἐπίλεκτοι διεδέξαντο τὴν μάχην, καὶ νεοχμοὶ πρὸς διαπεπονημένους συμβαλόντες ὀλίγον μὲν χρόνον ὑπέμενον τὸν κίνδυνον, κτεινόμενοι δʼ ὑπὸ τῶν περὶ τὸν Λεωνίδην καὶ βιασθέντες ὑπεχώρησαν·
紧随米底人之后部署的、因英勇而被选拔出来的基西亚人和萨卡人接替了战斗。 他们作为生力军与疲惫的敌人交战,虽然在短时间内顶住了危险,但被列奥尼达斯周围的人斩杀并被击退,最终撤了下去。
§11.7.3ἀσπίσι γὰρ καὶ πέλταις μικραῖς οἱ βάρβαροι χρώμενοι κατὰ μὲν τὰς εὐρυχωρίας ἐπλεονέκτουν, εὐκίνητοι γινόμενοι, κατὰ δὲ τὰς στενοχωρίας τοὺς μὲν πολεμίους οὐκ εὐχερῶς ἐτίτρωσκον, συμπεφραγμένους καὶ μεγάλαις ἀσπίσι σκεπαζομένους ὅλον τὸ σῶμα, αὐτοὶ δὲ διὰ τὰς κουφότητας τῶν σκεπαστηρίων ὅπλων ἐλαττούμενοι πυκνοῖς τραύμασι περιέπιπτον.
因为蛮族人使用的是小盾和轻盾,在开阔地带由于动作敏捷而占有优势,但在狭窄地带,他们却不易伤到防守严密且全身被大盾遮挡的敌人,而他们自己由于防御装具的轻便而处于劣势,结果屡屡身负重伤。
§11.7.4τέλος δὲ ὁ Ξέρξης ὁρῶν πάντα μὲν τὸν περὶ τὰς παρόδους τόπον νεκρῶν ἐστρωμένον, τοὺς δὲ βαρβάρους οὐχ ὑπομένοντας τὰς τῶν Ἑλλήνων ἀρετάς, προσέπεμψε τοὺς τῶν Περσῶν ἐπιλέκτους, ὀνομαζομένους ἀθανάτους καὶ δοκοῦντας ταῖς ἀνδραγαθίαις πρωτεύειν τῶν συστρατευομένων.
最后,薛西斯看到通道周围的所有地方都堆满了尸体,而蛮族人无法抵挡希腊人的勇猛,便派出了波斯人的精锐部队,他们被称为“不死队”,被认为在所有同行军队中战功首屈一指。
ὡς δὲ καὶ οὗτοι βραχὺν ἀντιστάντες χρόνον ἔφυγον, τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης διελύθησαν, παρὰ μὲν τοῖς βαρβάροις πολλῶν ἀνῃρημένων, παρὰ δὲ τοῖς Ἕλλησιν ὀλίγων πεπτωκότων.
然而,当这些人也只是抵抗了片刻便逃跑时,由于夜幕降临,战斗随即宣告结束,结果是蛮族一方死伤惨重,而希腊一方仅有少数人阵亡。

词汇与语法注释

  1. 11.7.1θαυμαστὸν συνέβαινε γίνεσθαι τὸν κίνδυνον — 此处动词 `συνέβαινε` 作无人称动词使用(意为“发生了……的情况”),其后接宾格加不定式短语 `γίνεσθαι τὸν κίνδυνον`(“战斗变得……”)作为主语从句,中性单数形容词 `θαυμαστὸν` 为其表语。字面意思是“发生了战斗变得异乎寻常的事情”。
  2. 11.7.2νεοχμοὶ πρὸς διαπεπονημένους — 此处对比了主格形容词 `νεοχμοί`(“新来的、未疲惫的生力军”)与充当名词使用的完了被动分词 `διαπεπονημένους`(“筋疲力尽的人”)。前者指代新投入战斗的基西亚人和萨卡人,后者指代持续作战的希腊军队。
  3. 11.7.3σκεπαζομένους ὅλον τὸ σῶμα — 宾格短语 `ὅλον τὸ σῶμα` 作为关系(或方面)宾格,修饰被动分词 `σκεπαζομένους`(“被遮挡”),意为“在整个身体方面都被遮挡住”。
  4. 11.7.4τῆς νυκτὸς ἐπιλαβούσης — 动词 `ἐπιλαμβάνω`(此处指“夜色降临、追上”)的属格绝对结构。意为“随着夜幕降临”,表明战斗因夜色而自然中断。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.7.1-11.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.7.1-11.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。