Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.8.1-11.8.5

二日目の戦闘と山道の密告による危機

9 / 723 箇所 · ギリシア語

要旨

翌日の戦闘でもギリシア軍は精鋭を含むペルシア軍を圧倒するが、膠着状態の中、現地のトラキス人がクセルクセスに裏道の存在を告げる。ペルシア軍から脱走したテュッラスティアダスが、この奇襲計画をレオニダスらに伝えた。

§11.8.1τῇ δʼ ὑστεραίᾳ Ξέρξης μέν, παρὰ προσδοκίαν αὐτῷ τῆς μάχης λαβούσης τὸ τέλος, ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπέλεξε τοὺς δοκοῦντας ἀνδρείᾳ καὶ θράσει διαφέρειν, καὶ πολλὰ δεηθεὶς αὐτῶν προεῖπεν, ὅτι βιασαμένοις μὲν αὐτοῖς τὴν εἴσοδον δωρεὰς ἀξιολόγους δώσει, φεύγουσι δὲ θάνατος ἔσται τὸ πρόστιμον.
翌日、クセルクセスは、戦闘が彼にとって予想に反して終わりを迎えたため、すべての民族の中から、勇気と胆力において際立っていると見なされる者たちを選び出し、彼らに強く要請して、もし力ずくで入り口を突破したなら価値ある恩賞を与えるが、逃亡した場合には死が刑罰となるであろうとあらかじめ告げた。
§11.8.2τούτων δὲ μετὰ μεγάλης συστροφῆς καὶ βίας ἐπιρραξάντων τοῖς Ἕλλησιν, οἱ περὶ Λεωνίδην τότε συμφράξαντες καὶ τείχει παραπλησίαν ποιησάμενοι τὴν σύστασιν ἐκθύμως ἠγωνίζοντο.
彼らが大群をなして猛烈な勢いでギリシア人たちに襲いかかると、レオニダスの率いる者たちは、その時、密集し、壁に似た陣形を作って必死に戦った。
ἐπὶ τοσοῦτο δὲ προέβησαν ταῖς προθυμίαις, ὥστε τοὺς εἰωθότας ἐκ διαδοχῆς μεταλαμβάνειν τῆς μάχης οὐ συνεχώρησαν, ἀλλὰ τῇ συνεχείᾳ τῆς κακοπαθείας περιγενόμενοι πολλοὺς ἀνῄρουν τῶν ἐπιλέκτων βαρβάρων.
彼らはその熱意においてそこまで徹底したため、交代で戦闘を引き継ぐことに慣れていた者たちに交代することを許さず、過酷な戦いを継続することで圧倒し、選りすぐりの異民族の多くを討ち取った。
§11.8.3ἐνημερεύοντες δὲ τοῖς κινδύνοις ἡμιλλῶντο πρὸς ἀλλήλους·
彼らは危険の中に一日中身を置きながら、互いに競い合った。
οἱ μὲν γὰρ πρεσβύτεροι πρὸς τὰς τῶν νέων ἀκμὰς παρεβάλλοντο, οἱ δὲ νεώτεροι πρὸς τὰς τῶν πρεσβυτέρων ἐμπειρίας τε καὶ δόξας ἡμιλλῶντο.
すなわち、年長者たちは若者たちの盛んな力に自らを匹敵させ、若者たちは年長者たちの経験と名声に対抗して競い合った。
τέλος δὲ φευγόντων καὶ τῶν ἐπιλέκτων, οἱ τὴν ἐπιτεταγμένην στάσιν ἔχοντες τῶν βαρβάρων συμφράξαντες οὐκ εἴων φεύγειν τοὺς ἐπιλέκτους·
ついに選りすぐりの者たちまでもが逃走し始めると、後方に配置されていた異民族たちが密集して、選りすぐりの者たちが逃げるのを許さなかった。
διόπερ ἠναγκάζοντο πάλιν ἀναστρέφειν καὶ μάχεσθαι.
それゆえ、彼らは再び引き返して戦うことを余儀なくされた。
§11.8.4ἀπορουμένου δὲ τοῦ βασιλέως καὶ νομίζοντος μηδένα τολμήσειν ἔτι μάχεσθαι, ἧκε πρὸς αὐτὸν Τραχίνιός τις τῶν ἐγχωρίων, ἔμπειρος ὢν τῆς ὀρεινῆς χώρας.
王が途方に暮れ、もはや誰も敢えて戦おうとはしないだろうと考えていたとき、その地の住人であるトラキス人の一人が彼のところにやって来た。 彼は山がちの土地に精通していた。
οὗτος τῷ Ξέρξῃ προσελθὼν ἐπηγγείλατο διά τινος ἀτραποῦ στενῆς καὶ παρακρήμνου τοὺς Πέρσας ὁδηγήσειν, ὥστε γενέσθαι τοὺς συνελθόντας αὐτῷ κατόπιν τῶν περὶ τὸν Λεωνίδην, καὶ τούτῳ τῷ τρόπῳ περιληφθέντας αὐτοὺς εἰς τὸ μέσον ῥᾳδίως ἀναιρεθήσεσθαι.
この者はクセルクセスに近づき、ある狭く険しい間道を通ってペルシア人たちを案内することを約束した。 それによって、彼に同行した者たちがレオニダスの率いる者たちの背後に出るようにし、この方法によって、彼らが挟み撃ちにされて容易に殲滅されるであろうと告げた。
§11.8.5ὁ δὲ βασιλεὺς περιχαρὴς ἐγένετο, καὶ τιμήσας δωρεαῖς τὸν Τραχίνιον συνεξέπεμψεν αὐτῷ στρατιώτας δισμυρίους νυκτός.
王は狂喜し、そのトラキス人を恩賞で遇すると、夜のうちに彼に二万の兵士を同行させて送り出した。
τῶν δὲ παρὰ τοῖς Πέρσαις τις ὄνομα Τυρραστιάδας, τὸ γένος ὢν Κυμαῖος, φιλόκαλος δὲ καὶ τὸν τρόπον ὢν ἀγαθός, διαδρὰς ἐκ τῆς τῶν Περσῶν παρεμβολῆς νυκτὸς ἧκε πρὸς τοὺς περὶ τὸν Λεωνίδην, καὶ τὰ περὶ τὸν Τραχίνιον ἀγνοοῦσιν ἐδήλωσεν.
他方、ペルシア人の側にいた者で、名をテュッラスティアダスといい、素性はクマイ人で、美徳を愛し性格の善良な一人の男が、夜のうちにペルシア人の陣営から脱走してレオニダスらのもとへやって来て、トラキス人の企てについて何も知らずにいた彼らにその事実を告げた。

語釈・文法注

  1. 11.8.1παρὰ προσδοκίαν αὐτῷ τῆς μάχης λαβούσης τὸ τέλος — τῆς μάχης λαβούσης τὸ τέλος は絶対属格。「戦闘が終わりを迎えたこと」を意味する。παρὰ προσδοκίαν は「予想に反して」の意で、与格 αὐτῷ(「彼にとって」)は思惑の与格、あるいは前置詞句の及ぶ影響範囲を示している。
  2. 11.8.2τοὺς εἰωθότας ἐκ διαδοχῆς μεταλαμβάνειν τῆς μάχης οὐ συνεχώρησαν — συνεχωρέω(許す、同意する)は通常与格を支配するが、ここでは対格(τοὺς εἰωθότας...)を伴い、「(後詰めに控えている戦友たちに、自分たちと戦闘を)交代することを許さなかった」の意味になる。彼ら自身の過度の闘志を強調している。
  3. 11.8.4ὥστε γενέσθαι τοὺς συνελθόντας αὐτῷ κατόπιν τῶν περὶ τὸν Λεωνίδην — ὥστε は結果節を導き、不定詞 γενέσθαι の意味上の主語は対格の τοὺς συνελθόντας αὐτῷ(案内人である彼に同行した者たち)である。κατόπιν は属格支配の前置詞(〜の背後に)で、τῶν περὶ τὸν Λεωνίδην に係る。
  4. 11.8.5τὰ περὶ τὸν Τραχίνιον ἀγνοοῦσιν ἐδήλωσεν — 現在分詞与格の ἀγνοοῦσιν は、前に出てきた τοὺς περὶ τὸν Λεωνίδην に対する修飾語(「何も知らないでいる彼らに」)として機能している。直接目的語は対格の τὰ περὶ τὸν Τραχίνιον(トラキス人に関する事柄、すなわち奇襲計画の存在)である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.8.1-11.8.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.8.1-11.8.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。