Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.6.1-11.6.4

德玛拉托斯的警告与温泉关初战

第 7 段,共 723 段 · 希腊语

内容简介

薛西斯嘲笑希腊人的回答,并向流亡的斯巴达人德玛拉托斯询问其勇气,后者警告称希腊人会为了自由英勇作战。波斯军队进军温泉关,派遣米底人及马拉松战死者的亲属作为先锋,而列奥尼达斯则率军在最狭窄的通道严阵以待。

§11.6.1ὁ δὲ βασιλεὺς ἀκούσας παρὰ τῶν ἀγγέλων τὰς τῶν Ἑλλήνων ἀποκρίσεις προσεκαλέσατο Δημάρατον Σπαρτιάτην, ἐκ τῆς πατρίδος πεφευγότα πρὸς αὐτόν, καταγελάσας δὲ τῶν ἀποκρίσεων ἐπηρώτησε τὸν Λάκωνα, πότερον οἱ Ἕλληνες ὀξύτερον τῶν ἐμῶν ἵππων φεύξονται ἢ πρὸς τηλικαύτας δυνάμεις παρατάξασθαι τολμήσουσι;
国王从使者那里听到希腊人的回答后,召见了从祖国逃亡到他那里的斯巴达人德玛拉托斯,并在嘲笑了那些回答之后询问这位拉科尼亚人:“希腊人逃跑的速度会比我的马还快,还是说他们竟敢在如此强大的军队面前列阵对抗?
§11.6.2τὸν δὲ Δημάρατον εἰπεῖν φασιν ὡς οὐδʼ αὐτὸς σὺ τὴν ἀνδρείαν τῶν Ἑλλήνων ἀγνοεῖς·
” 据说德玛拉托斯回答道:“甚至连您自己也并非不知道希腊人的英勇。
τοὺς γὰρ ἀφισταμένους τῶν βαρβάρων Ἑλληνικαῖς δυνάμεσι καταπολεμεῖς·
因为您正是利用希腊人的军队去平定那些反叛的蛮族的。
ὥστε μὴ νόμιζε τοὺς ὑπὲρ τῆς σῆς ἀρχῆς ἄμεινον τῶν Περσῶν ἀγωνιζομένους ὑπὲρ τῆς ἰδίας ἐλευθερίας ἧττον κινδυνεύσειν πρὸς τοὺς Πέρσας.
因此,切勿以为那些为了您的统治而战得比波斯人还要出色的人,在为了他们自己的自由对抗波斯人时,会更不勇于冒险。
ὁ δὲ Ξέρξης καταγελάσας αὐτοῦ προσέταξεν ἀκολουθεῖν, ὅπως ἴδῃ φεύγοντας τοὺς Λακεδαιμονίους.
”但薛西斯嘲笑了德玛拉托斯,并命令他跟随自己,好让他亲眼看到拉栖代梦人逃跑。
§11.6.3τὴν δὲ δύναμιν ἀναλαβὼν ἧκεν ἐπὶ τοὺς ἐν Θερμοπύλαις Ἕλληνας, προτάξας ἁπάντων τῶν ἐθνῶν Μήδους, εἴτε διʼ ἀνδρείαν προκρίνας αὐτοὺς εἴτε καὶ βουλόμενος ἅπαντας ἀπολέσαι·
薛西斯整顿好军队后,向温泉关的希腊人进军。 他把米底人排在所有民族的最前面,这要么是因为看重他们的英勇而挑选了他们,要么是希望将他们全部消灭。
ἐνῆν γὰρ ἔτι φρόνημα τοῖς Μήδοις, τῆς τῶν προγόνων ἡγεμονίας οὐ πάλαι καταπεπονημένης.
因为米底人心中仍存有高傲的志气,毕竟他们祖先的霸权被推翻还没过去多久。
§11.6.4συνυπέδειξε δὲ τοῖς Μήδοις καὶ τῶν ἐν Μαραθῶνι τετελευτηκότων ἀδελφοὺς καὶ υἱούς, νομίζων τούτους ἐκθυμότατα τιμωρήσεσθαι τοὺς Ἕλληνας.
他还向米底人指派了在马拉松战死者的兄弟和儿子,认为这些人会对希腊人进行最猛烈的报复。
οἱ μὲν οὖν Μῆδοι τοῦτον τὸν τρόπον συνταχθέντες προσέπεσον τοῖς φυλάττουσι τὰς Θερμοπύλας·
于是,米底人便以此种方式整装列阵,向守卫温泉关的人发起了进攻。
ὁ δὲ Λεωνίδης εὖ παρεσκευασμένος συνήγαγε τοὺς Ἕλληνας ἐπὶ τὸ στενώτατον τῆς παρόδου.
而列奥尼达斯则做好了充分的准备,将希腊人聚集在通道最狭窄的地方。

词汇与语法注释

  1. §11.6.1ὀξύτερον τῶν ἐμῶν ἵππων — 比较级副词 ὀξύτερον(更快地)后接比较属格 τῶν ἐμῶν ἵππων(比我的马匹)。
  2. §11.6.2τοὺς ὑπὲρ τῆς σῆς ἀρχῆς ἄμεινον τῶν Περσῶν ἀγωνιζομένους — 该句作命令动词 μὴ νόμιζε(切勿以为)所引导的对格不定式结构的主语。在冠词 τοὺς 与分词 ἀγωνιζομένους(战斗者)之间,嵌套了修饰成分及比较属格 τῶν Περσῶν(比波斯人)。
  3. §11.6.3τῆς τῶν προγόνων ἡγεμονίας οὐ πάλαι καταπεπονημένης — 属格独立结构。名词 ἡγεμονίας(霸权)作逻辑主语,完了被动分词 καταπεπονημένης 作逻辑谓语,表示原因(“因为他们祖先的霸权被推翻还没过去多久”)。
  4. §11.6.4νομίζων τούτους ἐκθυμότατα τιμωρήσεσθαι τοὺς Ἕλληνας — 分词 νομίζων(认为)后接对格不定式结构(主语为 τούτους,不定式为 τιμωρήσεσθαι)。异态动词的将来中间不定式 τιμωρήσεσθαι 具有主动意义(向……报复),并带有直接宾语对格 τοὺς Ἕλληνας。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.6.1-11.6.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.6.1-11.6.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。