§11.68.1οἱ δὲ Συρακόσιοι τὸ μὲν πρῶτον μέρος τῆς πόλεως κατελάβοντο τὴν ὀνομαζομένην Τύχην, ἐκ ταύτης δὲ ὁρμώμενοι πρεσβευτὰς ἀπέστειλαν εἰς Γέλαν καὶ Ἀκράγαντα καὶ Σελινοῦντα, πρὸς δὲ τούτοις εἰς Ἱμέραν καὶ πρὸς τὰς τῶν Σικελῶν πόλεις τὰς ἐν τῇ μεσογείῳ κειμένας, ἀξιοῦντες κατὰ τάχος συνελθεῖν καὶ συνελευθερῶσαι τὰς Συρακούσας.
至于叙拉古人,起初占领了该城被称为“堤刻”的地区,并以此为基地,派遣使者前往革拉、阿克拉加斯和塞利努斯,此外还前往希美拉以及位于内陆的西西里人城镇,请求他们迅速集结,共同解放叙拉古。
§11.68.2πάντων δὲ προθύμως ὑπακουόντων, καὶ συντόμως ἀποστειλάντων τῶν μὲν πεζοὺς καὶ ἱππεῖς στρατιώτας, τῶν δὲ ναῦς μακρὰς κεκοσμημένας εἰς ναυμαχίαν, ταχὺ συνήχθη δύναμις ἀξιόχρεως τοῖς Συρακοσίοις.
由于所有人均热烈响应,并迅速派遣,有者派遣步兵和骑兵,有者派遣配备海战装备的长船,因此很快便为叙拉古人聚集起一支强有力的军队。
διὸ καὶ τὰς ναῦς καταρτίσαντες οἱ Συρακόσιοι καὶ τὴν πεζὴν δύναμιν ἐκτάξαντες, ἑτοίμους ἑαυτοὺς ἀπέδειξαν καὶ πεζῇ καὶ κατὰ θάλατταν διαγωνίζεσθαι.
因此,叙拉古人也装备了船只,整列了陆上军队,表明他们已准备好在陆上和海上进行决战。
§11.68.3ὁ δὲ Θρασύβουλος ἐγκαταλειπόμενος ὑπὸ τῶν συμμάχων καὶ τὰς ἐλπίδας ἐν αὐτοῖς ἔχων τοῖς μισθοφόροις, τῆς μὲν Ἀχραδινῆς καὶ τῆς Νήσου κύριος ἦν, τὸ δὲ λοιπὸν μέρος τῆς πόλεως κατεῖχον οἱ Συρακόσιοι.
而色拉西布洛斯,因被盟友抛弃,只能将希望完全寄托于雇佣兵,他控制着阿克拉迪纳和“岛屿”,而叙拉古人则占领了该城的其余部分。
μετὰ δὲ ταῦτα ὁ μὲν Θρασύβουλος ταῖς ναυσὶν ἐπιπλεύσας ἐπὶ τοὺς πολεμίους, καὶ λειφθεὶς τῇ ναυμαχίᾳ, συχνὰς μὲν τριήρεις ἀπέβαλε, ταῖς δʼ ἄλλαις κατέφυγεν εἰς τὴν Νῆσον.
此后,色拉西布洛斯率领船只出航攻击敌人,但在海战中战败,损失了许多三列桨座战船,并率领其余船只逃回了“岛屿”。
§11.68.4ὁμοίως δὲ καὶ τὴν πεζὴν δύναμιν προαγαγὼν ἐκ τῆς Ἀχραδινῆς καὶ παραταξάμενος ἐν τοῖς προαστείοις ἡττήθη, καὶ πολλοὺς ἀποβαλὼν ἠναγκάσθη πάλιν εἰς τὴν Ἀχραδινὴν ἀποχωρῆσαι.
同样地,他也将陆上军队从阿克拉迪纳带出,并在郊区列阵,结果战败;在损失了许多人之后,他被迫再次撤回阿克拉迪纳。
τέλος δὲ ἀπογνοὺς τὴν τυραννίδα διεπρεσβεύσατο πρὸς τοὺς Συρακοσίους, καὶ συνθέμενος τὰ πρὸς αὐτοὺς ὑπόσπονδος ἀπῆλθεν εἰς Λοκρούς.
最后,由于对维持僭主统治感到绝望,他向叙拉古人派出使者进行谈判,并与他们达成协议,在停战协定下前往洛克里。
§11.68.5οἱ δὲ Συρακόσιοι τοῦτον τὸν τρόπον ἐλευθερώσαντες τὴν πατρίδα τοῖς μὲν μισθοφόροις συνεχώρησαν ἀπελθεῖν ἐκ τῶν Συρακουσῶν, τὰς δὲ ἄλλας πόλεις τὰς τυραννουμένας ἢ φρουρὰς ἐχούσας ἐλευθερώσαντες ἀποκατέστησαν ταῖς πόλεσι τὰς δημοκρατίας.
叙拉古人以此种方式解放了祖国,允许雇佣兵离开叙拉古,并解放了其他处于僭主统治之下或有守备队驻扎的城市,使这些城市恢复了民主政体。
§11.68.6ἀπὸ δὲ τούτων τῶν χρόνων εἰρήνην ἔχουσα πολλὴν ἐπίδοσιν ἔλαβε πρὸς εὐδαιμονίαν, καὶ διεφύλαξε τὴν δημοκρατίαν ἔτη σχεδὸν ἑξήκοντα μέχρι τῆς Διονυσίου τυραννίδος.
自此时起,该城享有和平,在繁荣之路上取得了长足的发展,并维护了民主政体大约六十年之久,直到狄奥尼西奥斯夺取僭主统治。
§11.68.7Θρασύβουλος δὲ καλῶς θεμελιωθεῖσαν βασιλείαν παραλαβών, διὰ τὴν ἰδίαν κακίαν αἰσχρῶς ἀπέβαλε τὴν ἀρχήν, καὶ φυγὼν εἰς Λοκροὺς ἐνταῦθα τὸν λοιπὸν χρόνον ἰδιωτεύων κατεβίωσεν.
然而色拉西布洛斯在继承了一个基础稳固的王国之后,却因自身的邪恶而可耻地失去了政权,他逃往洛克里,并在那里作为一名普通平民度过了余生。
§11.68.8ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ Ῥώμῃ τότε πρώτως κατεστάθησαν δήμαρχοι τέτταρες, Γάιος Σικίνιος καὶ Λεύκιος Νεμετώριος, πρὸς δὲ τούτοις Μάρκος Δουίλλιος καὶ Σπόριος Ἀκίλιος.
在这些事情发生的同时,罗马当时首次任命了四名平民保民官:盖乌斯·西基尼乌斯、卢基乌斯·内梅托里乌斯,此外还有马尔库斯·杜伊利乌斯和斯普里乌斯·阿基利乌斯。