§11.69.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Λυσίθεος, ἐν Ῥώμῃ δʼ ὕπατοι καθειστήκεσαν Λεύκιος Οὐαλέριος Ποπλικόλας καὶ Τίτος Αἰμίλιος Μάμερκος.
在一年时间过去后,雅典由吕西修斯担任执政官,罗马则由卢基乌斯·瓦莱里乌斯·普布利科拉与提图斯·埃米利乌斯·马梅尔库斯出任执政官。
ἐπὶ δὲ τούτων κατὰ τὴν Ἀσίαν Ἀρτάβανος, τὸ μὲν γένος Ὑρκάνιος, δυνάμενος δὲ πλεῖστον παρὰ τῷ βασιλεῖ Ξέρξῃ καὶ τῶν δορυφόρων ἀφηγούμενος, ἔκρινεν ἀνελεῖν τὸν Ξέρξην καὶ τὴν βασιλείαν εἰς ἑαυτὸν μεταστῆσαι.
在他们任职期间,在亚洲,身为希尔卡尼亚人、在薛西斯国王麾下最具权势并指挥卫队的阿尔塔巴诺斯,决定刺杀薛西斯并将王位转移给自己。
ἀνακοινωσάμενος δὲ τὴν ἐπιβουλὴν πρὸς Μιθριδάτην τὸν εὐνοῦχον, ὃς ἦν κατακοιμιστὴς τοῦ βασιλέως καὶ τὴν κυριωτάτην ἔχων πίστιν, ἅμα δὲ καὶ συγγενὴς ὢν Ἀρταβάνου καὶ φίλος ὑπήκουσε πρὸς τὴν ἐπιβουλήν.
他将这一阴谋告知了宦官米特里达特斯,后者是国王的侍寝官,深受信任,同时也是阿尔塔巴诺斯的亲属兼朋友,因而顺从并参与了这一阴谋。
§11.69.2ὑπὸ τούτου δὲ νυκτὸς εἰσαχθεὶς ὁ Ἀρτάβανος εἰς τὸν κοιτῶνα, καὶ τὸν Ξέρξην ἀνελών, ὥρμησεν ἐπὶ τοὺς υἱοὺς τοῦ βασιλέως.
阿尔塔巴诺斯在夜间被此人带入卧室,刺杀了薛西斯,随后便去袭击国王的儿子们。
ἦσαν δὲ οὗτοι τρεῖς τὸν ἀριθμόν, Δαρεῖος μὲν ὁ πρεσβύτατος καὶ Ἀρταξέρξης, ἐν τοῖς βασιλείοις διατρίβοντες, ὁ δὲ τρίτος Ὑστάσπης ἀπόδημος ὢν κατʼ ἐκεῖνον τὸν καιρόν· εἶχε γὰρ τὴν ἐν Βάκτροις σατραπείαν.
他们共有三人:最年长的达雷奥斯和阿尔塔薛西斯留驻在宫廷中,而第三子希斯塔斯佩斯当时则在国外,因为他担任巴克特里亚的总督。
§11.69.3ὁ δʼ οὖν Ἀρτάβανος παραγενόμενος ἔτι νυκτὸς οὔσης πρὸς τὸν Ἀρταξέρξην ἔφησε Δαρεῖον τὸν ἀδελφὸν αὐτοῦ φονέα γεγονέναι τοῦ πατρὸς καὶ τὴν βασιλείαν εἰς ἑαυτὸν περισπᾶν.
于是,阿尔塔巴诺斯在仍是深夜时来到阿尔塔薛西斯处,声称其兄长达雷奥斯成为了杀父仇人,正企图将王位据为己有。
§11.69.4συνεβούλευσεν οὖν αὐτῷ πρὸ τοῦ κατασχεῖν ἐκεῖνον τὴν ἀρχὴν σκοπεῖν ὅπως μὴ δουλεύσῃ διὰ ῥᾳθυμίαν, ἀλλὰ βασιλεύσῃ τὸν φονέα τοῦ πατρὸς τιμωρησάμενος· ἐπηγγείλατο δʼ αὐτῷ συνεργοὺς παρέξεσθαι τοὺς δορυφόρους τοῦ βασιλέως.
因此他建议阿尔塔薛西斯,在那个人夺取政权之前,应当提防不要因疏忽大意而沦为奴隶,而应在惩罚杀父仇人后登基为王;他并承诺将提供国王的卫队作为其协助者。
§11.69.5πεισθέντος δὲ τοῦ Ἀρταξέρξου καὶ παραχρῆμα μετὰ τῶν δορυφόρων ἀνελόντος τὸν ἀδελφὸν Δαρεῖον, ὁρῶν αὑτῷ τὴν ἐπιβολὴν εὐροοῦσαν, καὶ παραλαβὼν τοὺς ἰδίους υἱοὺς καὶ φήσας καιρὸν ἔχειν τὴν βασιλείαν κατακτήσασθαι, παίει τῷ ξίφει τὸν Ἀρταξέρξην.
阿尔塔薛西斯被说服,随即在卫队的协助下杀死了兄长达雷奥斯。 阿尔塔巴诺斯见自己的阴谋进展顺利,便带着自己的儿子们,宣称夺取王位的时机已到,用剑刺向阿尔塔薛西斯。
§11.69.6ὁ δὲ τρωθεὶς καὶ οὐδὲν παθὼν ὑπὸ τῆς πληγῆς ἠμύνατο τὸν Ἀρτάβανον καὶ κατενέγκας αὐτοῦ πληγὴν καιρίαν ἀπέκτεινε.
然而阿尔塔薛西斯虽被刺伤,却未因这一击而致命,他奋起反抗阿尔塔巴诺斯,给予其致命一击并将其杀死。
παραδόξως δὲ σωθεὶς ὁ Ἀρταξέρξης καὶ τὸν φονέα τοῦ πατρὸς τετιμωρημένος παρέλαβε τὴν τῶν Περσῶν βασιλείαν.
意外生还并惩罚了杀父仇人的阿尔塔薛西斯,由此继承了波斯王位。
Ξέρξης μὲν οὖν τὸν εἰρημένον τρόπον ἐτελεύτησε, βασιλεύσας τῶν Περσῶν ἔτη πλείω τῶν εἴκοσι, τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ Ἀρταξέρξης ἐβασίλευσεν ἔτη τετταράκοντα.
薛西斯便以此种方式死去,他统治波斯二十余年,而继承统治的阿尔塔薛西斯则在位四十年。