§11.67.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσανίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Ἄππιον Κλαύδιον καὶ Τίτον Κοΐντιον Καπιτώλιον.
在雅典由吕萨尼亚斯担任执政官时,罗马人任命阿庇乌斯·克劳狄乌斯和提图斯·昆克蒂乌斯·卡皮托里努斯为执政官。
ἐπὶ δὲ τούτων Θρασύβουλος ὁ τῶν Συρακοσίων βασιλεὺς ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφοντας ἡμᾶς ἀναγκαῖόν ἐστι βραχὺ τοῖς χρόνοις ἀναδραμόντας ἀπʼ ἀρχῆς ἅπαντα καθαρῶς ἐκθεῖναι.
在他们的任期内,叙拉古国王色拉西布洛斯被驱逐出统治地位;由于我们要详细记述他的历史,因此有必要让我们在时间上稍微追溯一下,从头开始将整件事清晰地陈述出来。
§11.67.2Γέλων ὁ Δεινομένους ἀρετῇ καὶ στρατηγίᾳ πολὺ τοὺς ἄλλους διενέγκας καὶ Καρχηδονίους καταστρατηγήσας ἐνίκησε παρατάξει μεγάλῃ τοὺς βαρβάρους, καθότι προείρηται· χρησάμενος δὲ ἐπιεικῶς τοῖς καταπολεμηθεῖσι καὶ καθόλου τοῖς πλησιοχώροις πᾶσι προσενεχθεὶς φιλανθρώπως, μεγάλης ἔτυχεν ἀποδοχῆς παρὰ τοῖς Σικελιώταις.
戴诺美奈斯之子盖隆因其美德和统帅才能而远超他人,正如前文所述,他用计谋战胜了迦太基人,并在一次大战役中击败了这些蛮族;由于他宽大对待被征服者,并对所有邻人表现得十分友善,因此在西西里人中获得了极大的支持。
§11.67.3οὗτος μὲν οὖν ὑπὸ πάντων ἀγαπώμενος διὰ τὴν πρᾳότητα, διετέλεσε τὸν βίον εἰρηνικῶς μέχρι τῆς τελευτῆς.
于是,由于他的温和而深受所有人爱戴,他和平地度过了余生直至去世。
τὴν δὲ βασιλείαν διαδεξάμενος Ἱέρων ὁ πρεσβύτατος τῶν ἀδελφῶν οὐχ ὁμοίως ἦρχε τῶν ὑποτεταγμένων· §11.67.4ἦν γὰρ καὶ φιλάργυρος καὶ βίαιος καὶ καθόλου τῆς ἁπλότητος καὶ καλοκἀγαθίας ἀλλοτριώτατος.
然而,继承王位的兄弟中最年长者希伦,并没有以同样的方式统治他的臣民;因为他既贪财又残暴,而且普遍来说,他与真诚和高尚的品质格格不入。
διὸ καὶ πλείονές τινες ἀφίστασθαι βουλόμενοι παρακατέσχον τὰς ἰδίας ὁρμὰς διὰ τὴν Γέλωνος δόξαν καὶ τὴν εἰς τοὺς ἅπαντας Σικελιώτας εὔνοιαν.
因此,不少想要反叛的人,由于盖隆的名望以及他对所有西西里人的善意,克制住了他们自己的冲动。
§11.67.5μετὰ δὲ τὴν Ἱέρωνος τελευτὴν παραλαβὼν τὴν ἀρχὴν Θρασύβουλος ὁ ἀδελφὸς ὑπερέβαλε τῇ κακίᾳ τὸν πρὸ αὐτοῦ βασιλεύσαντα.
但在希伦去世后,其兄弟色拉西布洛斯接管了政权,在邪恶上超过了在他之前统治的先王。
βίαιος γὰρ ὢν καὶ φονικὸς πολλοὺς μὲν τῶν πολιτῶν ἀνῄρει παρὰ τὸ δίκαιον, οὐκ ὀλίγους δὲ φυγαδεύων ἐπὶ ψευδέσι διαβολαῖς τὰς οὐσίας εἰς τὸ βασιλικὸν ἀνελάμβανε· καθόλου δὲ μισῶν καὶ μισούμενος ὑπὸ τῶν ἀδικουμένων, μισθοφόρων πλῆθος ἐξενολόγησεν, ἀντίταγμα κατασκευάζων ταῖς πολιτικαῖς δυνάμεσιν.
因为他残暴且嗜杀,不公正地杀害了许多市民,并以虚假的诽谤将不少人驱逐出境,将他们的财产没收充公;普遍来说,他憎恨那些受委屈的人,也被他们所憎恨,于是他招募了大量雇佣兵,建立起一支对抗市民力量的队伍。
§11.67.6ἀεὶ δὲ μᾶλλον τοῖς πολίταις ἀπεχθόμενος, καὶ πολλοὺς μὲν ὑβρίζων, τοὺς δὲ ἀναιρῶν, ἠνάγκασε τοὺς ἀδικουμένους ἀποστῆναι.
随着他越来越被市民所憎恶,侮辱许多人并杀害其他人,他迫使受委屈的人们起义。
διόπερ οἱ Συρακόσιοι προστησάμενοι τοὺς ἡγησομένους ὥρμησαν ἐπὶ τὴν κατάλυσιν τῆς τυραννίδος πανδημεί, καὶ συνταχθέντες ὑπὸ τῶν ἡγεμόνων ἀντείχοντο τῆς ἐλευθερίας.
因此,叙拉古人推选了引导他们的领袖,举国动员致力于推翻僭主统治,并在领袖们的组织下紧紧守护他们的自由。
§11.67.7Θρασύβουλος δὲ ὁρῶν τὴν πόλιν ὅλην ἐπʼ αὐτὸν στρατευομένην, τὸ μὲν πρῶτον ἐπεχείρει λόγῳ καταπαύειν τὴν στάσιν· ὡς δʼ ἑώρα τὴν ὁρμὴν τῶν Συρακοσίων ἀκατάπαυστον οὖσαν, συνήγαγεν ἔκ τε τῆς Κατάνης τοὺς κατοικισθέντας ὑφʼ Ἱέρωνος καὶ τοὺς ἄλλους συμμάχους, ἔτι δὲ μισθοφόρων πλῆθος, ὥστε τοὺς ἅπαντας γενέσθαι σχεδὸν περὶ τοὺς μυρίους πεντακισχιλίους.
色拉西布洛斯看到整个城市都联合起来讨伐他,起初他试图用言语平息这场内乱;但当他看到叙拉古人的势头不可遏制时,他聚集了由希伦安置在卡塔奈的人们和其他盟友,此外还有大量雇佣兵,使得总人数达到大约一万五千人。
§11.67.8οὗτος μὲν οὖν τῆς πόλεως κατειληφὼς τὴν ὀνομαζομένην Ἀχραδινὴν καὶ τὴν Νῆσον ὀχυρὰν οὖσαν, καὶ ἐκ τούτων ὁρμώμενος, διεπολέμει πρὸς τοὺς ἀφεστῶτας.
于是他占领了该城被称为阿克拉迪纳的地区和险要的“岛屿”,并以此为基地,与反叛者展开了交战。